[91] Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον˙ (A. Pal. VII. 744)

ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην
Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω
ταύρου. κοὐδὲν ἔλεξεν˙ βοῒ γὰρ πόθεν λόγος;
φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.
παρὰ δ' αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν,
προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν
ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος,
δεκάκις πέντ' ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας.

Τοῦτον ἀντὶ Εὐδόξου Ἔνδοξον ἐκάλουν διὰ τὴν λαμπρότητα τῆς φήμης.

Ἐπειδὴ δὲ περὶ τῶν ἐλλογίμων Πυθαγορικῶν διεληλύθαμεν, νῦν ἤδη περὶ τῶν σποράδην, ὥς φασι, διαλεχθῶμεν. λεκτέον δὲ πρῶτον περὶ Ἡρακλείτου.

[91] Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον˙

Ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην
Εὔδοξόν ποτε μοῖρην παρὰ τοῦ καλλικέρω
[6311] ταύρου. Κοὐδὲν ἔλεξεν˙ βοῒ γὰρ πόθεν λόγος;
φύσις οὐκ δῶκέ 〈γε〉 μόσχῳ λάλον Ἄπιδι στόμα.
Παρὰ δ' αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν,
προφανῶς τοῦτο διδάσκων˙ " Ἀποδύσῃ βιοτὴν
[6315] ὅσον οὔπω." Διὸ καί οἱ ταχέως ἦλθε μόρος,
δεκάκις πέντ' ἐπὶ τρεῖς ἐσιδόντι Πλειάδας.

Τοῦτον ἀντὶ Εὐδόξου Ἔνδοξον ἐκάλουν διὰ τὴν λαμπρότητα τῆς φήμης.

Q
[6322] Ἐπειδὴ 〈δὲ〉 περὶ τῶν ἐλλογίμων Πυθαγορικῶν διεληλύθαμεν, νῦν ἤδη περὶ τῶν σποράδην, ὥς φασι, διαλεχθῶμεν. Λεκτέον δὲ πρῶτον περὶ Ἡρακλείτου.