[91] οὐδὲ γὰρ τὸ τέτταρα εἶναι τὰ στοιχεῖα ἐκ τοῦ τέτταρα εἶναι τὰ στοιχεῖα βεβαιωτέον. πρὸς τῷ, καὶ τῶν κατὰ μέρος ἀποδείξεων ἀπιστουμένων ἄπιστον εἶναι καὶ τὴν γενικὴν ἀπόδειξιν. ἵνα τε γνῶμεν ὅτι ἔστιν ἀπόδειξις, κριτηρίου δεῖ˙ καὶ ὅτι ἔστι κριτήριον, ἀποδείξεως δεῖ˙ ὅθεν ἑκάτερα ἀκατάληπτα ἀναπεμπόμενα ἐπ' ἄλληλα. πῶς ἂν οὖν καταλαμβάνοιτο τὰ ἄδηλα τῆς ἀποδείξεως ἀγνοουμένης; ζητεῖται δ' οὐκ εἰ φαίνεται τοιαῦτα, ἀλλ' εἰ καθ' ὑπόστασιν οὕτως ἔχει.
Εὐήθεις δὲ τοὺς δογματικοὺς ἀπέφαινον. τὸ γὰρ ἐξ ὑποθέσεως περαινόμενον οὐ σκέψεως ἀλλὰ θέσεως ἔχει λόγον. τοιούτῳ δὲ λόγῳ καὶ ὑπὲρ ἀδυνάτων ἔστιν ἐπιχειρεῖν.

[91] Οὐδὲ γὰρ τὸ τέτταρα εἶναι τὰ στοιχεῖα ἐκ τοῦ τέτταρα εἶναι τὰ στοιχεῖα βεβαιωτέον. Πρὸς τῷ καὶ τῶν κατὰ μέρος ἀποδείξεων ἀπιστουμένων ἄπιστον εἶναι καὶ τὴν γενικὴν ἀπόδειξιν. Ἵνα τε γνῶμεν [6945] ὅτι ἔστιν ἀπόδειξις, κριτηρίου δεῖ˙ καὶ ὅτι ἔστι κριτήριον, ἀποδείξεως δεῖ˙ ὅθεν ἑκάτερα ἀκατάληπτα ἀναπεμπόμενα ἐπ' ἄλληλα. Πῶς ἂν οὖν καταλαμβάνοιτο τὰ ἄδηλα τῆς ἀποδείξεως ἀγνοουμένης; Ζητεῖται δὲ οὐκ εἰ φαίνεται τοιαῦτα, ἀλλ' εἰ καθ' ὑπόστασιν οὕτως ἔχει.
[69410] Εὐήθεις δὲ τοὺς δογματικοὺς ἀπέφαινον. Τὸ γὰρ ἐξ ὑποθέσεως περαινόμενον οὐ σκέψεως ἀλλὰ θέσεως ἔχει λόγον. Τοιούτῳ δὲ λόγῳ καὶ ὑπὲρ ἀδυνάτων ἔστιν ἐπιχειρεῖν.