[5] ἀλλὰ καὶ Ἰδομενέα καὶ Ἡρόδοτον καὶ Τιμοκράτην τοὺς ἔκπυστα αὐτοῦ τὰ κρύφια ποιήσαντας ἐγκωμιάζειν (fg. 124 Us.) καὶ κολακεύειν αὐτὸ τοῦτο. ἔν τε ταῖς ἐπιστολαῖς (fg. 143 Us.) πρὸς μὲν Λεόντιον Παιὰν ἄναξ, φίλον Λεοντάριον, οἵου κροτοθορύβου ἡμᾶς ἐνέπλησας ἀναγνόντας σου τὸ ἐπιστόλιον˙ πρὸς δὲ Θεμίσταν τὴν Λεοντέως γυναῖκα Οἷός τε, φησίν (fg. 125 Us.), εἰμί, ἐὰν μὴ ὑμεῖς πρός με ἀφίκησθε, αὐτὸς τρικύλιστος, ὅπου ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε, ὠθεῖσθαι. πρὸς δὲ Πυθοκλέα ὡραῖον ὄντα Καθεδοῦμαι, φησί (fg. 165 Us.), προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον. καὶ πάλιν πρὸς Θεμίσταν γράφων (fg. 126 Us.) νομίζει αὐτῇ παραινεῖν, καθά φησι Θεόδωρος ἐν τῷ τετάρτῳ τῶν Πρὸς Ἐπίκουρον. [5] ἀλλὰ καὶ Ἰδομενέα καὶ Ἡρόδοτον καὶ Τιμοκράτην τοὺς ἔκπυστα αὐτοῦ τὰ κρύφια ποιήσαντας ἐγκωμιάζειν καὶ κολακεύειν αὐτὸ τοῦτο. ἔν τε ταῖς ἐπιστολαῖς πρὸς μὲν Λεόντιον Παιὰν ἄναξ, φίλον Λεοντάριον, οἵου κροτοθορύβου ἡμᾶς ἐνέπλησας ἀναγνόντας σου τὸ ἐπιστόλιον˙ πρὸς δὲ Θεμίσταν τὴν Λεοντέως γυναῖκα Οἷός τε φησίν εἰμί, ἐὰν μὴ ὑμεῖς πρός με ἀφίκησθε, αὐτὸς τρικύλιστος, ὅπου ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε, ὠθεῖσθαι. πρὸς δὲ Πυθοκλέα ὡραῖον ὄντα Καθεδοῦμαι, φησί προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον. καὶ πάλιν πρὸς Θεμίσταν γράφων νομίζει αὐτῇ παραινεῖν, καθά φησι Θεόδωρος ἐν τῷ τετάρτῳ τῶν Πρὸς Ἐπίκουρον. [5] Ἀλλὰ καὶ Ἰδομενέα καὶ Ἡρόδοτον καὶ Τιμοκράτην [7125] τοὺς ἔκπυστα αὐτοῦ τὰ κρύφια ποιήσαντας ἐγκωμιάζειν καὶ κολακεύειν 〈δι'〉 αὐτὸ τοῦτο.
Ἔ τε ταῖς ἐπιστολαῖς πρὸς μὲν Λεόντιον˙ "Παιὰν ἄναξ," 〈φησὶ,〉 "φίλον Λεοντάριον, οἵου κροτοθορύβου ἡμᾶς ἐνέπλησας ἀναγνόντας σου τὸ ἐπιστόλιον˙" πρὸς δὲ
[71210] Θεμίσταν τὴν Λεοντέως γυναῖκα˙ "Οἷός τε," φησίν, "εἰμί, ἐὰν μὴ ὑμεῖς πρός με ἀφίκησθε, αὐτὸς τρικύλιστος, ὅπου ἂν ὑμεῖς καὶ Θεμίστα παρακαλῆτε, ὠθεῖσθαι." Πρὸς δὲ Πυθοκλέα ὡραῖον ὄντα "Καθεδοῦμαι," φησί, "προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον." Καὶ πάλιν πρὸς [71215] Θεμίσταν γράφειν νομίζει〈ν〉 〈σὺν〉 αὐτῇ παροινεῖν, καθά [7131] φησι Θεόδωρος ἐν τῷ τετάρτῳ τῶν Πρὸς Ἐπίκουρον.