[92] οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι κατὰ νόμον ἄρχουσιν˙ οἱ δὲ κατὰ φύσιν, οἱ ἄρρενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις˙ ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν˙ ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι˙ καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται. οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν˙ ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν. [92] οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι κατὰ νόμον ἄρχουσιν˙ οἱ δὲ κατὰ φύσιν, οἱ ἄρρενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις˙ ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν˙ ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι˙ καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται. οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν˙ ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν. [92] Οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι κατὰ νόμον ἄρχουσιν˙ οἱ δὲ κατὰ φύσιν, 〈οἷον〉 οἱ ἄρρενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς [24520] ἄλλοις ζῴοις˙ ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν θηλειῶν ἄρχει. Ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι [2461] τῶν φοιτώντων. Κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν˙ ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. Καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι˙ καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία [2465] καθίσταται. Οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν˙ ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. Τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.