[92] τούτους δ' ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ." ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρι ἂν δόξωσιν οἱ στρατηγοὶ εἶναι ὀνηλάται. ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν˙ οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ τοὺς ἐπιβουλεύοντας. συναισθανόμενος ὅτι ἀποθνήσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων (PPF 10 B 9),

στείχεις δή, φίλε κυρτών,
[βαίνεις] εἰς Ἀίδαο δόμους [κυφὸς ὥρην διὰ γῆρας].

[92] τούτους δ' ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ." ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρι ἂν δόξωσιν οἱ στρατηγοὶ εἶναι ὀνηλάται. ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν˙ οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ τοὺς ἐπιβουλεύοντας. συναισθανόμενος ὅτι ἀποθνήσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων,

στείχεις δή, φίλε κυρτών,
βαίνεις εἰς Ἀίδαο δόμους κυφὸς διὰ γῆρας.

ἦν γὰρ κυφὸς ὑπὸ χρόνου.

[92] τούτους γὰρ ὄψει τοὺς καταγελῶντας, ἤδη [καὶ] συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ." [43420] Ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρις ἂν δόξωσιν [4351] οἱ στρατηγοὶ εἶναι ὀνηλάται. Ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν˙ οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ 〈μόνους〉 τοὺς ἐπιβουλεύοντας. [4355] Συναισθανόμενος ὅτι ἀποθνήσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων,

Στείχεις δή, φίλε κυρτών,
βαίνεις εἰς Ἀΐδαο δόμους κυφὸς [ὥρην] διὰ γῆρας.

[ Ἦν γὰρ κυφὸς ὑπὸ χρόνου.]