[92] καὶ τὸν πλοῦτον δὲ ποιητικὸν ἡδονῆς εἶναι, οὐ δι' αὑτὸν αἱρετὸν ὄντα.
Τά τε πάθη καταληπτά. ἔλεγον οὖν αὐτά, οὐκ ἀφ' ὧν γίνεται. ἀφίσταντο δὲ καὶ τῶν φυσικῶν διὰ τὴν ἐμφαινομένην ἀκαταληψίαν˙ τῶν δὲ λογικῶν διὰ τὴν εὐχρηστίαν ἥπτοντο. Μελέαγρος δ' ἐν τῷ δευτέρῳ Περὶ δοξῶν καὶ Κλειτόμαχος ἐν τῷ πρώτῳ Περὶ αἱρέσεών φασιν αὐτοὺς ἄχρηστα ἡγεῖσθαι τό τε φυσικὸν μέρος καὶ τὸ διαλεκτικόν. δύνασθαι γὰρ καὶ εὖ λέγειν καὶ δεισιδαιμονίας ἐκτὸς εἶναι καὶ τὸν περὶ θανάτου φόβον ἐκφεύγειν τὸν 〈τὸν〉 περὶ ἀγαθῶν καὶ κακῶν λόγον ἐκμεμαθηκότα.
[92] καὶ τὸν πλοῦτον δὲ ποιητικὸν ἡδονῆς εἶναι, οὐ δι' αὑτὸν αἱρετὸν ὄντα.
Τά τε πάθη καταληπτά. ἔλεγον οὖν αὐτά, οὐκ ἀφ' ὧν γίνεται. ἀφίσταντο δὲ καὶ τῶν φυσικῶν διὰ τὴν ἐμφαινομένην ἀκαταληψίαν˙ τῶν δὲ λογικῶν διὰ τὴν εὐχρηστίαν ἥπτοντο. Μελέαγρος δ' ἐν τῷ δευτέρῳ Περὶ δοξῶν καὶ Κλειτόμαχος ἐν τῷ πρώτῳ Περὶ αἱρέσεων φασὶν αὐτοὺς ἄχρηστα ἡγεῖσθαι τό τε φυσικὸν μέρος καὶ τὸ διαλεκτικόν. δύνασθαι γὰρ καὶ εὖ λέγειν καὶ δεισιδαιμονίας ἐκτὸς εἶναι καὶ τὸν περὶ θανάτου φόβον ἐκφεύγειν τὸν 〈τὸν〉 περὶ ἀγαθῶν καὶ κακῶν λόγον ἐκμεμαθηκότα.
[92] Καὶ τὸν πλοῦτον δὲ [1555] ποιητικὸν ἡδονῆς εἶναι καὶ οὐ δι' αὑτὸν αἱρετόν.
Τά τε πάθη καταληπτά. Ἔλεγον οὖν αὐτά, οὐκ ἀφ' ὧν γίνεται. Ἀφίσταντο δὲ καὶ τῶν φυσικῶν διὰ τὴν ἐμφαινομένην ἀκαταληψίαν˙ τῶν δὲ λογικῶν διὰ τὴν εὐχρηστίαν ἥπτοντο. Μελέαγρος δ' ἐν τῷ δευτέρῳ Περὶ δοξῶν καὶ
[15510] Κλειτόμαχος ἐν τῷ πρώτῳ Περὶ τῶν αἱρέσεών φασιν αὐτοὺς ἄχρηστα ἡγεῖσθαι τό τε φυσικὸν μέρος καὶ τὸ διαλεκτικόν. Δύνασθαι γὰρ καὶ εὖ λέγειν καὶ δεισιδαιμονίας ἐκτὸς εἶναι καὶ τὸν περὶ θανάτου φόβον ἐκφεύγειν τὸν 〈τὸν〉 περὶ ἀγαθῶν καὶ κακῶν λόγον ἐκμεμαθηκότα.