[94] Τό τε πεῖθον οὐχ ὑποληπτέον ἀληθὲς ὑπάρχειν˙ οὐ γὰρ πάντας τὸ αὐτὸ πείθειν οὐδὲ τοὺς αὐτοὺς συνεχές. γίνεται δὲ καὶ παρὰ τὰ ἐκτὸς ἡ πιθανότης, παρὰ τὸ ἔνδοξον τοῦ λέγοντος ἢ παρὰ τὸ φροντιστικὸν ἢ παρὰ τὸ αἱμύλον ἢ παρὰ τὸ σύνηθες ἢ παρὰ τὸ κεχαρισμένον.
Ἀνῄρουν δὲ καὶ τὸ κριτήριον λόγῳ τοιῷδε. ἤτοι κέκριται καὶ τὸ κριτήριον ἢ ἄκριτόν ἐστιν. ἀλλ' εἰ μὲν ἄκριτόν ἐστιν, ἄπιστον καθέστηκε καὶ διημάρτηκε τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους˙ εἰ δὲ κέκριται, ἓν τῶν κατὰ μέρος γενήσεται κρινομένων, ὥστ' ἂν τὸ αὐτὸ καὶ κρίνειν καὶ κρίνεσθαι καὶ τὸ κεκρικὸς τὸ κριτήριον ὑφ' ἑτέρου κριθήσεται κἀκεῖνο ὑπ' ἄλλου καὶ οὕτως εἰς ἄπειρον.
[94] Τό τε πεῖθον οὐχ ὑποληπτέον ἀληθὲς ὑπάρχειν˙ οὐ γὰρ πάντας τὸ αὐτὸ πείθει οὐδὲ τοὺς αὐτοὺς συνεχές. γίνεται δὲ καὶ παρὰ τὰ ἐκτὸς ἡ πιθανότης, παρὰ τὸ ἔνδοξον τοῦ λέγοντος ἢ παρὰ τὸ φροντιστικὸν ἢ παρὰ τὸ αἱμύλον ἢ παρὰ τὸ σύνηθες ἢ παρὰ τὸ κεχαρισμένον.
Ἀνῄρουν δὲ καὶ τὸ κριτήριον λόγῳ τοιῷδε. ἤτοι κέκριται καὶ τὸ κριτήριον ἢ ἄκριτόν ἐστιν. ἀλλ' εἰ μὲν ἄκριτόν ἐστιν, ἄπιστον καθέστηκε καὶ διημάρτηκε τἀληθοῦς καὶ τοῦ ψεύδους˙ εἰ δὲ κέκριται, ἓν τῶν κατὰ μέρος γενήσεται κρινομένων, ὥστ' ἂν τὸ αὐτὸ καὶ κρίνειν καὶ κρίνεσθαι καὶ τὸ κεκρικὸς τὸ κριτήριον ὑφ' ἑτέρου κριθήσεται κἀκεῖνο ὑπ' ἄλλου καὶ οὕτως εἰς ἄπειρον.
[94] Τό τε πεῖθον οὐχ ὑποληπτέον ἀληθὲς ὑπάρχειν˙ οὐ γὰρ πάντας τὸ αὐτὸ πείθει οὐδὲ τοὺς αὐτοὺς συνεχές. Γίνεται δὲ καὶ παρὰ τὰ ἐκτὸς ἡ πιθανότης, παρὰ τὸ ἔνδοξον τοῦ [69515] λέγοντος ἢ παρὰ τὸ φροντιστικὸν ἢ παρὰ τὸ αἱμύλον ἢ παρὰ τὸ σύνηθες ἢ παρὰ τὸ κεχαρισμένον.
Ἀνῄρουν δὲ καὶ τὸ κριτήριον λόγῳ τοιῷδε. Ἤτοι κέκριται καὶ τὸ κριτήριον ἢ ἄκριτόν ἐστιν. Ἀλλ' εἰ μὲν ἄκριτόν ἐστιν, ἄπιστον καθέστηκε καὶ διημάρτηκε τοῦ
[69520] ἀληθοῦς καὶ τοῦ ψεύδους. Εἰ δὲ κέκριται, ἓν τῶν κατὰ μέρος [6961] γενήσεται κρινομένων, ὥστ' ἂν τὸ αὐτὸ καὶ κρίνοι καὶ κρίνοιτο, τὸ κεκρικὸς [τὸ] κριτήριον ὑφ' ἑτέρου κριθήσεται κἀκεῖνο ὑπὸ ἄλλου καὶ οὕτως εἰς ἄπειρον.