[94] Ἀγαθὸν δὲ κοινῶς μὲν τὸ τὶ ὄφελος, ἰδίως δ' ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτω λέγεσθαι˙ οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφ' οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθ' ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατ' ἀρετήν˙ ὑφ' οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς.
Ἄλλως δ' οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθόν, "τὸ τέλειον κατὰ φύσιν λογικοῦ [] ὡς λογικοῦ." τοιοῦτο δ' εἶναι τὴν ἀρετήν, ὥσ〈τε〉 μετέχοντα τάς τε πράξεις τὰς κατ' ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι˙ ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια.
[94] Ἀγαθὸν δὲ κοινῶς μὲν τὸ 〈οὗ〉 τὶ ὄφελος, ἰδίως δ' ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτω λέγεσθαι˙ οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφ' οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθ' ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατ' ἀρετήν˙ ὑφ' οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς.
Ἄλλως δ' οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθόν, "τὸ τέλειον κατὰ φύσιν λογικοῦὡς λογικοῦ." τοιοῦτο δ' εἶναι τὴν ἀρετήν, ὥς τε μετέχοντα τάς τε πράξεις τὰς κατ' ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι˙ ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια.
[94] Ἀγαθὸν δὲ κοινῶς μὲν τὸ τὶ ὄφελος, ἰδίως δ' ἤτοι ταὐτὸν [5005] ἢ οὐχ ἕτερον ὠφελείας. Ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτω λέγεσθαι˙ οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφ' οὗ συμβαίνει 〈ὠφελεῖσθαι, ὡς τὴν ἀρετήν, τὸ δὲ καθ' ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατ' ἀρετήν˙ ὑφ' οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς [50010] ἀρετῆς.
Ἄλλως δὲ οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθόν˙ "τὸ τέλειον κατὰ φύσιν λογικοῦ [] ὡς λογικοῦ." Τοιοῦτο δ' εἶναι τὴν ἀρετήν˙ ὡς 〈δὲ〉 μετέχοντα 〈αὐτῆς〉 τάς τε πράξεις τὰς κατ' ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι˙ ἐπιγεννήματα
[50015] δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια.