[95] τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἄν τε πρὸς πρεσβυτέρους [ἁμαρτάνοντας] διαλέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις˙ ἄν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ λέγεσθαι ὡς νεωτέροις. πηνίκα δὲ λέγειν ἐστί, μήτε προτέρω μήτε ὑστέρω˙ εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ οὐκ ὀρθῶς ἐρεῖν.
Ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα˙ ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι˙ τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἀλλήλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν˙

[95] Τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἄν τε πρὸς πρεσβυτέρους [ἁμαρτάνοντας] λέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι [24710] ὡς πρεσβυτέροις˙ ἄν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ 〈δια〉λέγεσθαι ὡς νεωτέροις. Πηνίκα δὲ λέγειν ἐστί, μήτε προτέρω μήτε ὑστέρω˙ εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ οὐκ ὀρθῶς ἐρεῖν.
Ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα˙ ἢ γὰρ χρήμασιν
[24715] ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. Τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις, 〈ὡς〉 εἰς χρημάτων λόγον εὐπορῆσαι˙ τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἀλλήλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν˙