[95] καὶ τῷ μὲν ἄφρονι τὸ ζῆν λυσιτελὲς εἶναι, τῷ δὲ φρονίμῳ ἀδιάφορον. τόν τε σοφὸν ἑαυτοῦ ἕνεκα πάντα πράξειν˙ οὐδένα γὰρ ἡγεῖσθαι τῶν ἄλλων ἐπίσης ἄξιον αὐτῷ. κἂν γὰρ τὰ μέγιστα δοκῇ παρά του καρποῦσθαι, μὴ εἶναι ἀντάξια ὧν αὐτὸς παρίσχει. ἀνῄρουν δὲ καὶ τὰς αἰσθήσεις, οὐκ ἀκριβούσας τὴν ἐπίγνωσιν, τῶν τ' εὐλόγως φαινομένων πάντα πράττειν. ἔλεγον τὰ ἁμαρτήματα συγγνώμης τυγχάνειν˙ οὐ γὰρ ἑκόντα ἁμαρτάνειν, ἀλλά τινι πάθει κατηναγκασμένον. καὶ μὴ μισήσειν, μᾶλλον δὲ μεταδιδάξειν. τόν τε σοφὸν οὐχ οὕτω πλεονάσειν ἐν τῇ τῶν ἀγαθῶν αἱρέσει, ὡς ἐν τῇ τῶν κακῶν φυγῇ, τέλος τιθέμενον τὸ μὴ ἐπιπόνως ζῆν μηδὲ λυπηρῶς˙ [95] καὶ τῷ μὲν ἄφρονι τὸ ζῆν λυσιτελὲς εἶναι˙ τῷ δὲ φρονίμῳ ἀδιάφορον. τόν τε σοφὸν ἑαυτοῦ ἕνεκα πάντα πράξειν˙ οὐδένα γὰρ ἡγεῖσθαι τῶν ἄλλων ἐπίσης ἄξιον αὐτῷ. κἂν γὰρ τὰ μέγιστα δοκῇ παρά του καρποῦσθαι, μὴ εἶναι ἀντάξια ὧν αὐτὸς παράσχῃ. ἀνῄρουν δὲ καὶ τὰς αἰσθήσεις 〈ὡς〉 οὐκ ἀκριβούσας τὴν ἐπίγνωσιν, τῶν τ' εὐλόγως φαινομένων πάντα πράττειν. ἔλεγον τὰ ἁμαρτήματα συγγνώμης τυγχάνειν˙ οὐ γὰρ ἑκόντα ἁμαρτάνειν, ἀλλά τινι πάθει κατηναγκασμένον. καὶ μὴ μισήσειν, μᾶλλον δὲ μεταδιδάξειν. τόν τε σοφὸν οὐχ οὕτω πλεονάσειν ἐν τῇ τῶν ἀγαθῶν αἱρέσει, ὡς ἐν τῇ τῶν κακῶν φυγῇ, τέλος τιθέμενον τὸ μὴ ἐπιπόνως ζῆν μηδὲ λυπηρῶς˙ [95] Καὶ τῷ μὲν ἄφρονι τὸ ζῆν λυσιτελὲς εἶναι, τῷ δὲ φρονίμῳ ἀδιάφορον. Τόν τε σοφὸν ἑαυτοῦ ἕνεκα πᾶν πράξειν˙ οὐδένα γὰρ ἡγεῖσθαι τῶν ἄλλων ἐπίσης ἄξιον αὐτῷ. Κἂν γὰρ τὰ μέγιστα δοκῇ παρά [1571] του καρποῦσθαι, μὴ εἶναι ἀντάξια ὧν αὐτὸς παρίσχει. Ἀνῄρουν δὲ καὶ τὰς αἰσθήσεις 〈ὡς〉 οὐκ ἀκριβούσας τὴν ἐπίγνωσιν, τῶν δ' εὐλόγως φαινομένων 〈παντὶ〉 πάντα πράττειν. Ἔλεγον τὰ ἁμαρτήματα συγγνώμης τυγχάνειν [1575] 〈δεῖν〉˙ οὐ〈δένα〉 γὰρ ἑκόντα ἁμαρτάνειν, ἀλλά τινι πάθει κατηναγκασμένον. Καὶ μὴ μισήσειν, μᾶλλον δὲ μεταδιδάξειν. Τόν τε σοφὸν οὐχ οὕτω πλεονάσειν ἐν τῇ τῶν ἀγαθῶν αἱρέσει, ὡς ἐν τῇ τῶν κακῶν φυγῇ, | τέλος τιθέμενον τὸ μὴ ἐπιπόνως ζῆν μηδὲ λυπηρῶς˙