[97] Ποιητικὰ δὲ καὶ τελικὰ εἶναι ἀγαθὰ 〈τὰς ἀρετάς〉. καθὸ μὲν γὰρ ἀποτελοῦσι τὴν εὐδαιμονίαν ποιητικά ἐστιν ἀγαθά˙ καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά. ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δ' ἀμφοτέρως ἔχοντα. τὸν μὲν ἐχθρὸν καὶ τὰς ἀπ' αὐτοῦ γινομένας βλάβας ποιητικὰ εἶναι˙ κατάπληξιν δὲ καὶ ταπεινότητα καὶ δουλείαν καὶ ἀτερπίαν καὶ δυσθυμίαν καὶ περιλυπίαν καὶ πᾶσαν τὴν κατὰ κακίαν πρᾶξιν τελικά˙ ἀμφοτέρως δ' ἔχοντα 〈τὰς κακίας〉, ἐπεὶ καθὸ μὲν ἀποτελοῦσι τὴν κακοδαιμονίαν ποιητικά ἐστι˙ καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά. [97] Ποιητικὰ δὲ καὶ τελικὰ εἶναι ἀγαθὰ 〈τὰς ἀρετάς〉. καθὸ μὲν γὰρ ἀποτελοῦσι τὴν εὐδαιμονίαν ποιητικά ἐστιν ἀγαθά˙ καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά. ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δ' ἀμφοτέρως ἔχοντα. τὸν μὲν ἐχθρὸν καὶ τὰς ἀπ' αὐτοῦ γινομένας βλάβας ποιητικὰ εἶναι˙ κατάπληξιν δὲ καὶ ταπεινότητα καὶ δουλείαν καὶ ἀτερπίαν καὶ δυσθυμίαν καὶ περιλυπίαν καὶ πᾶσαν τὴν κατὰ κακίαν πρᾶξιν τελικά˙ ἀμφοτέρως δ' ἔχοντα 〈τὰς κακίας〉, ἐπεὶ καθὸ μὲν ἀποτελοῦσι τὴν κακοδαιμονίαν ποιητικά ἐστι˙ καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά. [97] Ποιητικὰ δὲ καὶ τελικὰ εἶναι ἀγαθὰ 〈τὰς ἀρετάς〉˙ καθὸ [50120] μὲν γὰρ ἀποτελοῦσι τὴν εὐδαιμονίαν ποιητικά ἐστιν ἀγαθά˙ καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς [5021] γίνεσθαι, τελικά. Ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Τὸν μὲν ἐχθρὸν καὶ τὰς ἀπ' αὐτοῦ γινομένας βλάβας ποιητικὰ 〈κακὰ〉 εἶναι˙ κατάπληξιν δὲ [εἶναι] καὶ ταπεινότητα καὶ [5025] δουλείαν καὶ ἀτερπίαν καὶ δυσθυμίαν καὶ περιλυπίαν καὶ πᾶσαν τὴν κατὰ κακίαν πρᾶξιν τελικά˙ ἀμφοτέρως δ' ἔχοντα 〈τὰς κακίας〉˙ ἐπεὶ καθὸ μὲν ἀποτελοῦσι τὴν κακοδαιμονίαν ποιητικά ἐστι˙ καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά.