[99] κοινῶς δ' ἀμφοτέρων αἰτίων ὄντων, οὐδὲν ἔσται τὸ πάσχον. ἀσώματον δ' ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον διὰ τὸν αὐτὸν λόγον˙ ἀσώματον δὲ σώματος οὐκ ἔστιν αἴτιον, ἐπεὶ οὐδὲν ἀσώματον ποιεῖ σῶμα. σῶμα δ' ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον, ὅτι τὸ γενόμενον τῆς πασχούσης ὕλης ὀφείλει εἶναι˙ μηδὲν δὲ πάσχον διὰ τὸ ἀσώματον εἶναι οὐδ' ἂν ὑπό τινος γένοιτο˙ οὐκ ἔστι τοίνυν αἴτιον. ᾧ συνεισάγεται τὸ ἀνυποστάτους εἶναι τὰς τῶν ὅλων ἀρχάς˙ δεῖ γὰρ εἶναί τι τὸ ποιοῦν καὶ δρῶν.
Ἀλλὰ μὴν οὐδὲ κίνησίς ἐστι˙ τὸ γὰρ κινούμενον ἤτοι ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν˙ καὶ ἐν ᾧ μέν ἐστι τόπῳ οὐ κινεῖται, ἐν ᾧ δ' οὐκ ἔστιν οὐδὲ κινεῖται˙ οὐκ ἔστιν οὖν κίνησις.

[99] Κοινῶς δὲ ἀμφοτέρων αἰτίων ὄντων, οὐδὲν ἔσται τὸ πάσχον. Ἀσώματον δὲ ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον διὰ τὸν αὐτὸν λόγον˙ ἀσώματον δὲ σώματος οὐκ ἔστιν αἴτιον, ἐπεὶ οὐδὲν ἀσώματον ποιεῖ σῶμα. Σῶμα δὲ ἀσωμάτου οὐκ ἂν εἴη αἴτιον, ὅτι τὸ γενόμενον τῆς [69810] πασχούσης ὕλης ὀφείλει εἶναι˙ μηδὲν δὲ πάσχον διὰ τὸ ἀσώματον εἶναι οὐδ' ἂν ὑπό τινος γένοιτο˙ οὐκ ἔστι τοίνυν αἴτιον. Ὧι συνεισάγεται τὸ ἀνυποστάτους εἶναι τὰς τῶν ὅλων ἀρχάς˙ δεῖ γὰρ εἶναί τι τὸ ποιοῦν καὶ δρῶν.
Ἀλλὰ μὴν οὐδὲ κίνησίς ἐστι˙ τὸ γὰρ κινούμενον ἤτοι
[69815] ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν˙ οὐδὲν δὲ κινεῖται οὔτε ἐν ᾧ ἔστιν οὔτε ἐν ᾧ μὴ ἔστιν˙ οὐκ ἔστιν οὖν κίνησις.