[100] "ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν;" ὧν δεδομένων ἐπῆγεν˙ "οὐκοῦν εἴ τις πλησιασμῷ χρῷτο παρ' ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει˙ οὐδ' ἄρα εἰ κάλλει χρήσαιτο παρ' ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται." τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ.
Δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως˙ "ἆρά γε, Θεόδωρε, ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ;" ἐπινεύσαντος δέ, "φῂς δ' εἶναι θεόν." τοῦ δ' ὁμολογήσαντος, "θεὸς εἶ ἄρα," ἔφη. δεξαμένου δ' ἀσμένως, γελάσας φησίν, "ἀλλ', ὦ μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία."
[100] "ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν;" ὧν δεδομένων ἐπῆγεν˙ "οὐκοῦν εἴ τις πλησιασμῷ χρώμενος παρ' ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει˙ οὐδ' ἄρα εἰ κάλλει χρήσαιτο παρ' ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται." τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ.
Δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως˙ "ἆρά γε, Θεόδωρε, ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ;" ἐπινεύσαντος δέ, "φῂς δ' εἶναι θεόν." τοῦ δ' ὁμολογήσαντος, "θεὸς εἶ ἄρα," ἔφη. δεξαμένου δ' ἀσμένως, γελάσας φησίν, "ἀλλ', ὦ μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία."
[100] " Ἔστι [15920] δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν;" Ὧν διδομένων ἐπῆγεν˙ [1601] "Οὐκοῦν εἴ τις πλησιασμῷ χρῷτο παρ' ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει˙ οὐδ' ἄρα εἰ κάλλει χρήσαιτο παρ' ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται." Τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ.
[1605] Δοκεῖ δὲ θεὸς κληθῆναι Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως˙ " Ἆρά γε, Θεόδωρε, ὃ εἶναι φῂς, τοῦτο καὶ εἶ;" Ἐπινεύσαντος δέ, "Φῂς δ' εἶναι θεόν." Τοῦ δ' ὁμολογήσαντος, "Θεὸς εἶ ἄρα," ἔφη. Δεξαμένου δ' ἀσμένως, γελάσας φησίν, " Ἀλλ', ὦ μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ [16010] κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία."