[101] Ὁ δ' οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, "λέγε μοι," ἔφη, "Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια;" εἰπόντος δ' ἐκείνου, "οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες," "ἀσεβεῖς ἄρα," ἔφη, "καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος." καὶ μέντοι παρ' ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀχθῆναι πάγον, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δ' ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι κώνειον αὐτὸν πιεῖν καταδικασθέντα (FHG IV. 300). [101] Ὁ δ' οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, "λέγε μοι," ἔφη, "Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια;" εἰπόντος δ' ἐκείνου, "οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες," "ἀσεβεῖς ἄρα," ἔφη, "καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος." καὶ μέντοι παρ' ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀχθῆναι πάγον, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δ' ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι κώνειον αὐτὸν πιεῖν καταδικασθέντα. [101] Ὁ δ' οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, "Λέγε μοι," ἔφη, "Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια;" Εἰπόντος δ' ἐκείνου, "Οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες," " Ἀσεβεῖς ἄρα," ἔφη, [16015] "καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος." Καὶ μέντοι παρ' ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀχθῆναι πάγον, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δ' ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι κώνειον πιεῖν αὐτὸν καταδικασθέντα.