[103] τὸ ὅμοιον ἀναφέρεται, καθάπερ προείρηται, καὶ εἰς Διογένην καὶ Ἀρίστιππον.
Τοιοῦτος μὲν ὁ Θεόδωρος κἀν τούτοις. τελευταῖον δ' εἰς Κυρήνην ἀπελθὼν καὶ Μάγᾳ συμβιοὺς ἐν πάσῃ τιμῇ διετέλει τυγχάνων. ἔνθεν τὸ πρῶτον ἐκβαλλόμενος λέγεται χάριέν τι εἰπεῖν˙ φησὶ γάρ, "καλῶς ποιεῖτε, ἄνδρες Κυρηναῖοι, ἐκ τῆς Λιβύης εἰς τὴν Ἑλλάδα με ἐξορίζοντες."
Θεόδωροι δὲ γεγόνασιν εἴκοσι˙ πρῶτος Σάμιος, υἱὸς Ῥοίκου. οὗτός ἐστιν ὁ συμβουλεύσας ἄνθρακας ὑποτεθῆναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ˙ καθύγρου γὰρ ὄντος τοῦ τόπου τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν ὕδατι. δεύτερος Κυρηναῖος, γεωμέτρης, οὗ διήκουσε Πλάτων˙ τρίτος ὁ προγεγραμμένος φιλόσοφος˙ τέταρτος οὗ τὸ φωνασκικὸν φέρεται βιβλίον πάγκαλον˙
[103] τὸ ὅμοιον ἀναφέρεται, καθάπερ προείρηται, καὶ εἰς Διογένην καὶ Ἀρίστιππον.
Τοιοῦτος μὲν ὁ Θεόδωρος κἀν τούτοις. τελευταῖον δ' εἰς Κυρήνην ἀπελθὼν καὶ Μάγᾳ συμβιοὺς ἐν πάσῃ τιμῇ διετέλει τυγχάνων. ἔνθεν τὸ πρῶτον ἐκβαλλόμενος λέγεται χάριέν τι εἰπεῖν˙ ἔφη γάρ, "καλῶς ποιεῖτε, ἄνδρες Κυρηναῖοι, ἐκ τῆς Λιβύης εἰς τὴν Ἑλλάδα με ἐξορίζοντες."
Θεόδωροι δὲ γεγόνασιν εἴκοσι˙ πρῶτος Σάμιος, υἱὸς Ῥοίκου. οὗτός ἐστιν ὁ συμβουλεύσας ἄνθρακας ὑποτιθῆναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ˙ καθύγρου γὰρ ὄντος τοῦ τόπου τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν ὕδατι. δεύτερος Κυρηναῖος, γεωμέτρης, οὗ διήκουσε Πλάτων˙ τρίτος ὁ προγεγραμμένος φιλόσοφος˙ τέταρτος οὗ τὸ φωνασκικὸν φέρεται βιβλίον πάγκαλον˙
[103] Τὸ ὅμοιον ἀναφέρεται, καθάπερ προείρηται, εἰς τε Διογένη καὶ Ἀρίστιππον.
Τοιοῦτος μὲν ὁ Θεόδωρος κἀν τούτοις. Τελευταῖον δ' εἰς Κυρήνην ἀπελθὼν καὶ Μάγᾳ συμβιοὺς ἐν πάσῃ τιμῇ
[16120] διετέλει τυγχάνων. Ἔνθεν τὸ πρῶτον ἐκβαλλόμενος λέγεται χάριέν τι εἰπεῖν˙ φησὶ γάρ˙ "Καλῶς ποιεῖτε, ἄνδρες [1621] Κυρηναῖοι, ἐκ τῆς Λιβύης εἰς τὴν Ἑλλάδα με ἐξορίζοντες."
Θεόδωροι δὲ γεγόνασιν εἴκοσι˙ πρῶτος Σάμιος, υἱὸς Ῥοίκου. Οὗτός ἐστιν ὁ συμβουλεύσας ἄνθρακας ὑποτεθῆναι
[1625] τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ˙ καθύγρου γὰρ ὄντος τοῦ τόπου τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν ὕδατι. Δεύτερος Κυρηναῖος, γεωμέτρης, οὗ διήκουσε Πλάτων˙ τρίτος ὁ προγεγραμμένος φιλόσοφος˙ τέταρτος οὗ τὸ φωνασκικὸν [16210] φέρεται βιβλίον πάγκαλον˙