[105] καὶ ὅτι κινεῖταί τις βλέπομεν, καὶ ὅτι φθείρεται˙ πῶς δὲ ταῦτα γίνεται οὐκ ἴσμεν. μόνον οὖν, φασίν, ἀνθιστάμεθα πρὸς τὰ παρυφιστάμενα τοῖς φαινομένοις ἄδηλα. καὶ γὰρ ὅτε τὴν εἰκόνα ἐξοχὰς λέγομεν ἔχειν, τὸ φαινόμενον διασαφοῦμεν˙ ὅταν δ' εἴπωμεν μὴ ἔχειν αὐτὴν ἐξοχάς, οὐκέτι ὃ φαίνεται ἕτερον δὲ λέγομεν˙ ὅθεν καὶ ὁ Τίμων ἐν τῷ Πύθωνί (PPF 9 B 81) φησι μὴ ἐκβεβηκέναι τὴν συνήθειαν. καὶ ἐν τοῖς Ἰνδαλμοῖς οὕτω λέγει (PPF 9 B 69),

ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει οὗπερ ἂν ἔλθῃ.

καὶ ἐν τοῖς Περὶ αἰσθήσεών (PPF 9 B 74)

φησι, "τὸ μέλι ὅτι ἐστὶ γλυκὺ οὐ τίθημι, τὸ δ' ὅτι φαίνεται ὁμολογῶ."

[105] καὶ ὅτι κινεῖταί τις βλέπομεν, καὶ ὅτι φθείρεται˙ πῶς δὲ ταῦτα γίνεται οὐκ ἴσμεν. μόνον οὖν, φασίν, ἀνθιστάμεθα πρὸς τὰ παρυφιστάμενα τοῖς φαινομένοις ἄδηλα. καὶ γὰρ ὅτε τὴν εἰκόνα ἐξοχὰς λέγομεν ἔχειν, τὸ φαινόμενον διασαφοῦμεν˙ ὅταν δ' εἴπωμεν μὴ ἔχειν αὐτὴν ἐξοχάς, οὐκέτι ὃ φαίνεται, ἕτερον δὲ λέγομεν˙ ὅθεν καὶ ὁ Τίμων ἐν τῷ Πύθωνί φησι μὴ ἐκβεβηκέναι τὴν συνήθειαν. καὶ ἐν τοῖς Ἰνδαλμοῖς οὕτω λέγει,

ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει οὗπερ ἂν ἔλθῃ.

καὶ ἐν τοῖς Περὶ αἰσθήσεών φησι,

"τὸ μέλι ὅτι ἐστὶ γλυκὺ οὐ τίθημι, τὸ δ' ὅτι φαίνεται ὁμολογῶ."

[105] καὶ ὅτι κινεῖταί τι βλέπομεν, καὶ ὅτι φθείρεται˙ πῶς δὲ ταῦτα γίνεται οὐκ ἴσμεν. Μόνον οὖν, φασίν, ἀνθιστάμεθα πρὸς [70115] τὰ παρυφιστάμενα τοῖς φαινομένοις ἄδηλα. Καὶ γὰρ ὅτε τὴν εἰκόνα ἐξοχὰς λέγομεν ἔχειν, τὸ φαινόμενον διασαφοῦμεν˙ ὅταν δὲ εἴπωμεν μὴ ἔχειν αὐτὴν ἐξοχάς, οὐκέτι ὃ φαίνεται, ἕτερον δὲ λέγομεν.
Ὅθεν καὶ ὁ Τίμων ἐν τῷ Πύθωνί φησι μὴ ἐκβεβηκέναι
[70120] τὴν συνήθειαν. Καὶ ἐν τοῖς Ἰνδαλμοῖς οὕτω λέγει˙

Ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει, οὗπερ ἂν ἔλθῃ.

[7021] Καὶ ἐν τοῖς Περὶ αἰσθήσεών φησι˙ "Τὸ μέλι ὅτι ἐστὶ γλυκὺ οὐ τίθημι, τὸ δὲ ὅτι φαίνεται ὁμολογῶ."