[107] Ἡ φωνὴ διαιρεῖται εἰς δύο˙ ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος.
Τῶν ὄντων ἐστὶ τὰ μὲν μεριστά, τὰ δὲ ἀμέριστα. τούτων δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. ἀμερῆ μὲν οὖν ἐστιν ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος˙ μεριστὰ δὲ ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός.

[107] Ἡ φωνὴ διαιρεῖται εἰς δύο˙ ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. Ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. Τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. Ἐγγράμματος [25320] μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. Τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος.
[2541] Τῶν ὄντων ἐστὶ τὰ μὲν μεριστά, τὰ δὲ ἀμέριστα. Τούτων δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. Ἀμερῆ μὲν οὖν ἐστιν ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ [2545] φθόγγος˙ μεριστὰ δὲ ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα [καὶ ὕδωρ καὶ χρυσός].