[110] ὁ δ' ἐλλόγιμος ἦν, ὡς καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ φησίν. ἀπορῶν μέντοι τροφῶν ἀπῆρεν εἰς τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα˙ ἐν Χαλκηδόνι τε σοφιστεύων ἐπὶ πλέον ἀποδοχῆς ἠξιώθη˙ ἐντεῦθέν τε πορισάμενος ἀπῆρεν εἰς Ἀθήνας, κἀκεῖ διέτριβε μέχρι καὶ τελευτῆς, ὀλίγον χρόνον εἰς Θήβας διαδραμών. ἐγνώσθη δὲ καὶ Ἀντιγόνῳ τῷ βασιλεῖ καὶ Πτολεμαίῳ τῷ Φιλαδέλφῳ, ὡς αὐτὸς ἐν τοῖς ἰάμβοις αὑτῷ μαρτυρεῖ.
Ἦν δέ, φησὶν ὁ Ἀντίγονος (Wil., p. 42), καὶ φιλοπότης καὶ ἀπὸ τῶν φιλοσόφων εἰ σχολάζοι ποιήματα συνέγραφε˙ καὶ γὰρ καὶ ἔπη καὶ τραγῳδίας καὶ σατύρους (καὶ δράματα κωμικὰ τριάκοντα, τὰ δὲ τραγικὰ ἑξήκοντα) σίλλους τε καὶ κιναίδους.
[110] ὁ δ' ἐλλόγιμος ἦν, ὡς καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ φησίν. ἀπορῶν μέντοι τροφῶν ἀπῆρεν εἰς τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα˙ ἐν Χαλκηδόνι τε σοφιστεύων ἐπὶ πλέον ἀποδοχῆς ἠξιώθη˙ ἐντεῦθέν τε πορισάμενος ἀπῆρεν εἰς Ἀθήνας, κἀκεῖ διέτριβε μέχρι καὶ τελευτῆς, ὀλίγον χρόνον εἰς Θήβας διαδραμών. ἐγνώσθη δὲ καὶ Ἀντιγόνῳ τῷ βασιλεῖ καὶ Πτολεμαίῳ τῳ Φιλαδέλφῳ, ὡς αὐτὸς ἐν τοῖς ἰάμβοις αὑτῷ μαρτυρεῖ.
Ἦν δέ, φησὶν ὁ Ἀντίγονος, καὶ φιλοπότης καὶ ἀπὸ τῶν φιλοσόφων εἰ σχολάζοι ποιήματα συνέγραφε καὶ ἔπε καὶ τραγῳδίας καὶ σατύρους καὶ δράματα κωμικὰ τριάκοντα, τὰ δὲ τραγικὰ ἑξήκοντα σίλλους τε καὶ κιναίδους.
[110] (ὁ δὲ ἐλλόγιμος ἦν, ὡς καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ φησίν). Ἀπορῶν μέντοι τροφῶν ἀπῆρεν εἰς τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα˙ ἐν Χαλκηδόνι τε σοφιστεύων ἐπὶ πλέον [70415] ἀποδοχῆς ἠξιώθη˙ ἐντεῦθέν τε πορισάμενος ἀπῆρεν εἰς Ἀθήνας, κἀκεῖ διέτριβε μέχρι καὶ τελευτῆς, ὀλίγον χρόνον εἰς Θήβας διαδραμών. Ἐγνώσθη δὲ καὶ Ἀντιγόνῳ τῷ βασιλεῖ καὶ Πτολεμαίῳ τῷ Φιλαδέλφῳ, ὡς αὐτὸς ἐν τοῖς ἰάμβοις αὑτῷ μαρτυρεῖ.
[7051] Ἦν δέ, φησὶν ὁ Ἀντίγονος, καὶ φιλοπό〈ιη〉της καὶ ἀπὸ τῶν φιλοσόφων 〈ὅτε〉 ἐσχόλαζε ποιήματα συνέγραφε˙ καὶ γὰρ καὶ ἔπη καὶ τραγῳδίας καὶ σατύρους (καὶ δράματα κωμικὰ τριάκοντα, τὰ δὲ τραγικὰ ἑξήκοντα) σίλλους τε [7055] καὶ κιναίδους.