[112] τὸ δὲ πρῶτον ταὐτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός ἐστιν ἡ ποίησις˙ ἀρχὴ δ' αὐτῷ ἥδε (PPF 9 B 1),

ἔσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί.

Ἐτελεύτησε δ' ἐγγὺς ἐτῶν ἐνενήκοντα, ὥς φησιν ὁ Ἀντίγονος (Wil., p. 43) καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ. τοῦτον ἐγὼ καὶ ἑτερόφθαλμον ἤκουσα, ἐπεὶ καὶ αὐτὸς αὑτὸν Κύκλωπα ἐκάλει. γέγονε καὶ ἕτερος Τίμων ὁ μισάνθρωπος.
Ὁ δ' οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράγμων, ὡς καὶ Ἀντίγονός φησι (Wil., p. 43). λόγος γοῦν εἰπεῖν Ἱερώνυμον τὸν περιπατητικὸν ἐπ' αὐτοῦ, " Ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ φεύγοντες τοξεύουσι καὶ οἱ διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ φεύγοντες, καθάπερ καὶ ὁ Τίμων."

[112] τὸ δὲ πρῶτον ταὐτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός ἐστιν ἡ ποίησις˙ ἀρχὴ δ' αὐτῷ ἥδε,

ἔσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί.

Ἐτελεύτησε δ' ἐγγὺς ἐτῶν ἐνενήκοντα, ὥς φησιν ὁ Ἀντίγονος καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ. τοῦτον ἐγὼ καὶ ἑτερόφθαλμον ἤκουσα, ἐπεὶ καὶ αὐτὸς αὑτὸν Κύκλωπα ἐκάλει. γέγονε καὶ ἕτερος Τίμων ὁ μισάνθρωπος.
Ὁ δ' οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράγμων, ὡς καὶ Ἀντίγονός φησι. λόγος γοῦν εἰπεῖν Ἱερώνυμον τὸν περιπατητικὸν ἐπ' αὐτοῦ, " Ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ φεύγοντες τοξεύουσι καὶ οἱ διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ φεύγοντες, καθάπερ καὶ ὁ Τίμων."

[112] Τὸ δὲ πρῶτον ταὐτὰ περιέχει πράγματα, πλὴν ὅτι μονοπρόσωπός ἐστιν ἡ ποίησις˙ ἀρχὴ δὲ αὐτῷ ἥδε˙

Ἔσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί.

Ἐτελεύτησε δὲ ἐγγὺς ἐτῶν ἐνενήκοντα, ὥς φησιν ὁ Ἀντίγονος καὶ Σωτίων ἐν τῷ ἑνδεκάτῳ. Τοῦτον ἐγὼ καὶ
[7061] ἑτερόφθαλμον ἤκουσα, ἐπεὶ καὶ αὐτὸς αὑτὸν Κύκλωπα ἐκάλει. Γέγονε καὶ ἕτερος Τίμων ὁ μισάνθρωπος.
Ὁ δ' οὖν φιλόσοφος καὶ φιλόκηπος ἦν σφόδρα καὶ ἰδιοπράγμων, ὡς καὶ Ἀντίγονός φησι. Λόγος γοῦν εἰπεῖν
[7065] Ἱερώνυμον τὸν Περιπατητικὸν ἐπ' αὐτοῦ, " Ὡς παρὰ τοῖς Σκύθαις καὶ οἱ φεύγοντες τοξεύουσι καὶ οἱ διώκοντες, οὕτω τῶν φιλοσόφων οἱ μὲν διώκοντες θηρῶσι τοὺς μαθητάς, οἱ δὲ φεύγοντες, καθάπερ καὶ ὁ Τίμων."