[112] ἐξελθὼν δὴ τοῦ συμποσίου καὶ λόγον γράψας περὶ τοῦ προβλήματος ἀθυμίᾳ τὸν βίον κατέστρεψε. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν (App. Anth. VII. 19)˙

Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ
ἀθυμίῃ ξυνείρυσεν,
ἵν' αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον
Στίλπωνος οὐ λύσας ἔπη
αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος
ἔξωθε τοῦ ῥῶ κάππα τε.

Τῶν δ' ἀπ' Εὐκλείδου ἐστὶ καὶ Ἰχθύας Μετάλλου, ἀνὴρ γενναῖος, πρὸς ὃν καὶ Διογένης ὁ κυνικὸς διάλογον πεποίηται˙ Κλεινόμαχος θ' ὁ Θούριος, ὃς πρῶτος περὶ ἀξιωμάτων καὶ κατηγορημάτων καὶ τῶν τοιούτων συνέγραψε˙ καὶ Στίλπων ὁ Μεγαρεύς, διασημότατος φιλόσοφος, περὶ οὗ λεκτέον.

[112] ἐξελθὼν δὴ τοῦ συμποσίου καὶ λόγον γράψας περὶ τοῦ προβλήματος ἀθυμίᾳ τὸν βίον κατέστρεψε. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν˙

Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ
ἀθυμίῃ ξυνείρυσεν,
ἵν' αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον
Στίλπωνος οὐ λύσας ἔπη
αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος
ἔξωθε τοῦ ῥῶ κάππα τε.

Τῶν δ' ἀπ' Εὐκλείδου ἐστὶ καὶ Ἰχθύας Μετάλλου, ἀνὴρ γενναῖος, πρὸς ὃν καὶ Διογένης ὁ κυνικὸς διάλογον πεποίηται˙ Κλεινόμαχος θ' ὁ Θούριος, ὃς πρῶτος περὶ ἀξιωμάτων καὶ κατηγορημάτων καὶ τῶν τοιούτων συνέγραψε˙ καὶ Στίλπων ὁ Μεγαρεύς, διασημότατος φιλόσοφος, περὶ οὗ λεκτέον.

[112] Ἐξελθὼν δὴ τοῦ συμποσίου καὶ λόγον γράψας περὶ τοῦ προβλήματος ἀθυμίᾳ τὸν βίον κατέστρεψε. Καὶ ἔστιν [1685] ἡμῶν εἰς αὐτόν˙

Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ
ἀθυμίῃ ξυνείρυσεν,
ἵν' αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον
Στίλπωνος οὐ λύσας ἔπη
[16810] αἰνιγματώδη; Τοιγὰρ εὑρέθης Κρόνος
ἔξωθε τοῦ ῥῶ κάππα τε.

Τῶν δ' ἀπὸ Εὐκλείδου ἐστὶ καὶ Ἰχθύας Μετάλλου, ἀνὴρ γενναῖος, πρὸς ὃν καὶ Διογένης ὁ Κυνικὸς διάλογον πεποίηται˙ Κλεινόμαχος θ' ὁ Θούριος, ὃς πρῶτος περὶ ἀξιωμάτων [16815] καὶ κατηγορημάτων καὶ τῶν τοιούτων συνέγραψε˙ καὶ Στίλπων ὁ Μεγαρεύς, διασημότατος φιλόσοφος, περὶ οὗ λεκτέον.