[56] ἐπειδὴ δὲ οὔτ' ἐκείνοις ἑώρων ῥᾴδιον ὄντα συνοικονομεῖν λυσιτελέστερόν τ' αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ, τάλαντον˙ διδόναι δ' Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων˙ καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος. [56] ἐπειδὴ δὲ οὔτ' ἐκείνοις ἑώρων ῥᾴδιον ὄντα συνοικονομεῖν λυσιτελέστερόν τ' αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ, τάλαντον˙ διδόναι δ' Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων˙ καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος. [56] Ἐπειδὴ δὲ [34810] οὔτε ἐκείνοις ἑώρων ῥᾴδιον ὄν τα〈ῦτα〉 συνοικονομεῖν λυσιτελέστερόν τε αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω δὴ Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ, τάλαντον. Διδόναι δ' Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ [34815] γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. Οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων˙ καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν.
[34820] Ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος.