ΣΤΙΛΠΩΝ

[113] Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπ' Εὐκλείδου τινῶν˙ οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης (FHG III. 170). τοσοῦτον δ' εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω˙ "παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρηματικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασεν, παρ' Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν˙ ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπ' Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλωτὰς ἔσχε."

Κεφ. ια. ΣΤΙΛΠΩΝ

[113] Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπ' Εὐκλείδου τινῶν˙ οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. τοσοῦτον δ' εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω˙ "παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρηματικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασεν, παρ' Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν˙ ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπ' Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλωτὰς ἔσχε."

ΣΤΙΛΠΩΝ

[113] [16819] Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν [16820] ἀπ' Εὐκλείδου τινῶν˙ οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου φασιν ἀκοῦσαι αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς [1691] ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. Τοσοῦτον δ' εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. Περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ [1695] λέξιν οὕτω˙ "Παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρηματικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασε, παρὰ Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν˙ ἀπὸ δὲ τῶν Διαλεκτικῶν Παιώνειον μὲν ἀπ' Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν 〈ἀπὸ〉 〈*〉 〈τὸν〉 [16910] Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλωτὰς ἔσχε."