[113] θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς, ἀγωνία δὲ φόβος ἀδήλου πράγματος.
Ἡ δ' ἐπιθυμία ἐστὶν ἄλογος ὄρεξις, ὑφ' ἣν τάττεται καὶ ταῦτα˙ σπάνις, μῖσος, φιλονεικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δ' ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ' αὐτὸ καὶ σπωμένη˙ μῖσος δ' ἐστὶν ἐπιθυμία τις τοῦ κακῶς εἶναί τινι μετὰ προκοπῆς τινος καὶ παρατάσεως˙ φιλονεικία δ' ἐπιθυμία τις περὶ αἱρέσεως˙ ὀργὴ δ' ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως˙ ἔρως δέ ἐστιν ἐπιθυμία τις οὐχὶ περὶ σπουδαίους˙ ἔστι γὰρ ἐπιβολὴ φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον.
[113] θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς, ἀγωνία δὲ φόβος ἀδήλου πράγματος.
Ἡ δ' ἐπιθυμία ἐστὶν ἄλογος ὄρεξις, ὑφ' ἣν τάττεται καὶ ταῦτα, σπάνις, μῖσος, φιλονεικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δ' ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ' αὐτὸ καὶ σπωμένη˙ μῖσος δ' ἐστὶν ἐπιθυμία τις τοῦ κακῶς εἶναί τινι μετὰ προκοπῆς τινος καὶ παρατάσεως˙ φιλονεικία δ' ἐπιθυμία τις περὶ αἱρέσεως˙ ὀργὴ δ' ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως˙ ἔρως δέ ἐστιν ἐπιθυμία τις οὐχὶ περὶ σπουδαίους˙ ἔστι γὰρ ἐπιβολὴ φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον.
[113] θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς, ἀγωνία δὲ φόβος ἀδήλου πράγματος.
[5105] δὲ ἐπιθυμία ἐστὶν ἄλογος ὄρεξις, ὑφ' ἣν τάττεται καὶ ταῦτα˙ σπάνις, μῖσος, φιλονεικία, ὀργή, ἔρως, μῆνις, θυμός. Ἔστι δὲ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ' αὐτὸ καὶ σπωμένη˙ μῖσος δὲ ἐστὶν ἐπιθυμία τις [51010] τοῦ κακῶς εἶναί τινι μετὰ προσκοπῆς τινος καὶ παρατάσεως˙ φιλονεικία δὲ ἐπιθυμία τις περιαιρέσεως˙ ὀργὴ δὲ ἐπιθυμία 〈τις〉 τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως˙ ἔρως δέ ἐστιν ἐπιθυμία τις 〈τινος〉 ὥσπερ σπουδαίου˙ ἔστι γὰρ ἐπιβολὴ φιλοποϊίας διὰ κάλλος ἐμφαινόμενον.