[116] Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι˙ "ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι;" φήσαντος δέ, "ναί," "αὕτη δέ γε," εἶπεν, "οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου˙" συγχωρουμένου δέ, "οὐκ ἄρα," εἶπε, "θεός ἐστιν." ἐν ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δ' ὀρθῶς διειλέχθαι˙ μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν˙ θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, "πόθεν δὲ τοῦτ' ᾔδει Στίλπων; ἢ ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο;" ἦν δ' ἀληθῶς οὗτος μὲν θρασύτατος˙ Στίλπων δὲ κομψότατος. [116] Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι˙ "ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι;" φήσαντος δέ, "ναί," "αὕτη δέ γε," εἶπεν, "οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου˙" συγχωρουμένου δέ, "οὐκ ἄρα," εἶπε, "θεός ἐστιν." ἐν ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δ' ὀρθῶς διειλέχθαι˙ μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν˙ θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, "πόθεν δὲ τοῦτ' ᾔδει Στίλπων; ἢ ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο;" ἦν δ' ἀληθῶς οὗτος μὲν θρασύτατος˙ Στίλπων δὲ κομψότατος. [116] Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. Τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι˙ " Ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι;" Φήσαντος δέ, "Ναί," "Αὕτη [17020] δέ γε," εἶπεν, "οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου˙" Συγχωρουμένου δέ, "Οὐκ ἄρα," εἶπεν, "αὐτὴ θεός ἐστιν." Ἐφ'ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δ' ὀρθῶς διειλέχθαι˙ μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν˙ [1711] θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. Καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. Ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην Θεὸν ἐπισκώπτοντα εἰπεῖν˙ "Πόθεν δὲ τοῦτ' ᾔδει Στίλπων; Ἢ ἀνασύρας αὐτῆς τὸν [1715] κῆπον ἐθεάσατο;" Ἦν δὲ ἀληθῶς οὗτος μὲν θρασύτατος˙ Στίλπων δὲ κομψότατος.