[118] Ἀκιβδήλους τοὺς σπουδαίους φυλακτικούς τ' εἶναι τοῦ ἐπὶ τὸ βέλτιον αὑτοὺς παριστάνειν, διὰ παρασκευῆς τῆς τὰ φαῦλα μὲν ἀποκρυπτούσης, τὰ δ' ὑπάρχοντα ἀγαθὰ φαίνεσθαι ποιούσης. ἀπλάστους 〈τε〉˙ περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάσμα καὶ τῷ εἴδει. ἀπράγμονάς τ' εἶναι˙ ἐκκλίνειν γὰρ τὸ πράττειν τι παρὰ τὸ καθῆκον. καὶ οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ. ἔτι δ' οὐδὲ μανήσεσθαι˙ προσπεσεῖσθαι μέντοι ποτὲ αὐτῷ φαντασίας ἀλλοκότους διὰ μελαγχολίαν ἢ λήρησιν, οὐ κατὰ τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύσιν. οὐδὲ μὴν λυπηθήσεσθαι τὸν σοφόν, διὰ τὸ τὴν λύπην ἄλογον εἶναι συστολὴν τῆς ψυχῆς, ὡς Ἀπολλόδωρός φησιν ἐν τῇ Ἠθικῇ. [118] Ἀκιβδήλους τοὺς σπουδαίους φυλακτικούς τ' εἶναι τοῦ ἐπὶ τὸ βέλτιον αὑτοὺς παριστάναι, διὰ παρασκευῆς τῆς τὰ φαῦλα μὲν ἀποκρυπτούσης, τὰ δ' ὑπάρχοντα ἀγαθὰ φαίνεσθαι ποιούσης. ἀπλάστους τε˙ περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάσμα καὶ τῷ εἴδει. ἀπράγμονάς τ' εἶναι˙ ἐκκλίνειν γὰρ τὸ πράττειν τι παρὰ τὸ καθῆκον. καὶ οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ. ἔτι δ' οὐδὲ μανήσεσθαι˙ προσπεσεῖσθαι μέντοι ποτὲ αὐτῷ φαντασίας ἀλλοκότους διὰ μελαγχολίαν ἢ λήρησιν, οὐ κατὰ τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύσιν. οὐδὲ μὴν λυπηθήσεσθαι τὸν σοφόν, διὰ τὸ τὴν λύπην ἄλογον εἶναι συστολὴν τῆς ψυχῆς, ὡς Ἀπολλόδωρός φησιν ἐν τῇ Ἠθικῇ. [118] [5131] Ἀκιβδήλους τοὺς σπουδαίους φυλακτικούς τε εἶναι τοῦ ἐπὶ τὸ βέλτιον τὰ περὶ αὑτοὺς παριστάνειν, διὰ παρασκευῆς τῆς τὰ φαῦλα μὲν ἀποκρυπτούσης, τὰ δὲ ὑπάρχοντα ἀγαθὰ φαίνεσθαι ποιούσης. Ἀπλάστους 〈τε〉˙ περιῃρηκέναι [5135] γὰρ ἐν τῇ φωνῇ τὸ πλάσμα καὶ τῷ εἴδει. Ἀπράγμονάς τε εἶναι˙ ἐκκλίνειν γὰρ τὸ πράττειν τι παρὰ τὸ καθῆκον. Καὶ οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ. Ἔτι δὲ οὐδὲ μανήσεσθαι˙ προσπεσεῖσθαι μέντοι ποτὲ αὐτῷ φαντασίας ἀλλοκότους διὰ μελαγχολίαν ἢ λήρησιν, οὐ κατὰ [51310] τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύσιν. Οὐδὲ μὴν λυπηθήσεσθαι τὸν σοφόν, διὰ τὸ τὴν λύπην ἄλογον εἶναι συστολὴν τῆς ψυχῆς, ὡς Ἀπολλόδωρός φησιν ἐν τῇ Ἠθικῇ.