[119] Λέγεται δ' οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους ὥστ' ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. καί τινος εἰπόντος, "Στίλπων, θαυμάζουσί σε ὡς θηρίον," "οὐ μὲν οὖν," εἰπεῖν, "ἀλλ' ὡς ἄνθρωπον ἀληθινόν." δεινὸς δ' ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη˙ καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα˙ οὔτε γὰρ τόνδε λέγειν οὔτε τόνδε. τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδ' ἄρα τόνδε. καὶ πάλιν˙ τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον˙ λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν˙ οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. φασὶ δ' αὐτὸν ὁμιλοῦντα Κράτητι μεταξὺ σπεῦσαι ἰχθῦς πρίασθαι˙ τοῦ δ' ἐπισπωμένου καὶ φάσκοντος, "καταλείπεις τὸν λόγον;" "οὐκ ἔγωγε," ἔφη, "ἀλλὰ τὸν μὲν λόγον ἔχω, σὲ δὲ καταλείπω˙ ὁ μὲν γὰρ λόγος περιμενεῖ, τὸ δ' ὄψον πεπράσεται." [119] Λέγεται δ' οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους ὥστ' ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. καί τινος εἰπόντος, "Στίλπων, θαυμάζουσί σε ὡς θηρίον," "οὐ μὲν οὖν," εἰπεῖν, "ἀλλ' ὡς ἄνθρωπον ἀληθινόν." δεινὸς δ' ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη˙ καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα˙ οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε˙ τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδ' ἄρα τόνδε. καὶ πάλιν˙ τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον˙ λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν˙ οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. φασὶ δ' αὐτὸν ὁμιλοῦντα Κράτητι μεταξὺ σπεῦσαι ἰχθῦς πρίασθαι˙ τοῦ δ' ἐπισπωμένου καὶ φάσκοντος, "καταλείπεις τὸν λόγον;" "οὐκ ἔγωγε," ἔφη, "ἀλλὰ τὸν μὲν λόγον ἔχω, σὲ δὲ καταλείπω˙ ὁ μὲν γὰρ λόγος περιμενεῖ, τὸ δ' ὄψον πεπράσεται." [119] Λέγεται δ' οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους, ὥστε ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν, ἵνα αὐτὸν [17210] θεάσαιντο. Καί τινος εἰπόντος˙ "Στίλπων, θαυμάζουσί σε ὡς θηρίον," "Οὐ μὲν οὖν," εἶπεν, "ἀλλ' ὡς ἄνθρωπον ἀληθινόν." Δεινὸς δ' ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη˙ καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον λέγειν μηδένα˙ οὔτε γὰρ τόνδε λέγειν οὔτε τόνδε. Τί γὰρ μᾶλλον [17215] τόνδε ἢ τόνδε; Οὐδ' ἄρα τόνδε. Καὶ πάλιν˙ Τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον˙ λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν˙ οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. Φασὶ δ' αὐτὸν ὁμιλοῦντα [1731] Κράτητι μεταξὺ σπεῦσαι ἰχθῦς πρίασθαι˙ τοῦ δ' ἐπισπωμένου καὶ φάσκοντος, "Καταλείπεις τὸν λόγον;" "Οὐκ ἔγωγε," ἔφη, "ἀλλὰ τὸν μὲν λόγον ἔχω, σὲ δὲ καταλείπω˙ ὁ μὲν γὰρ λόγος περιμένει, τὸ δ' ὄψον πεπράσεται."