[119] Θείους τ' εἶναι˙ ἔχειν γὰρ ἐν ἑαυτοῖς οἱονεὶ θεόν. τὸν δὲ φαῦλον ἄθεον. διττὸν δ' εἶναι τὸν ἄθεον, τόν τ' ἐναντίως τῷ θείῳ λεγόμενον καὶ τὸν ἐξουθενητικὸν τοῦ θείου˙ ὅπερ οὐκ εἶναι περὶ πάντα φαῦλον. θεοσεβεῖς τε τοὺς σπουδαίους˙ ἐμπείρους γὰρ εἶναι τῶν περὶ θεοὺς νομίμων˙ εἶναί τε τὴν εὐσέβειαν ἐπιστήμην θεῶν θεραπείας. ἀλλὰ μὴν καὶ θύσειν αὐτοὺς θεοῖς ἁγνούς θ' ὑπάρχειν˙ ἐκνεύειν γὰρ τὰ περὶ θεοὺς ἁμαρτήματα. καὶ τοὺς θεοὺς ἄγασθαι αὐτούς˙ ὁσίους τε γὰρ εἶναι καὶ δικαίους πρὸς τὸ θεῖον. μόνους θ' ἱερέας τοὺς σοφούς˙ ἐπεσκέφθαι γὰρ περὶ θυσιῶν, ἱδρύσεων, καθαρμῶν, καὶ τῶν ἄλλων τῶν πρὸς τοὺς θεοὺς οἰκείων. [119] Θείους τ' εἶναι˙ ἔχειν γὰρ ἐν ἑαυτοῖς οἱονεὶ θεόν. τὸν δὲ φαῦλον ἄθεον. διττὸν δ' εἶναι τὸν ἄθεον, τόν τ' ἐναντίως τῷ θείῳ λεγόμενον καὶ τὸν ἐξουθενητικὸν τοῦ θείου˙ ὅπερ οὐκ εἶναι περὶ πάντα φαῦλον. θεοσεβεῖς τε τοὺς σπουδαίους˙ ἐμπείρους γὰρ εἶναι τῶν περὶ θεοὺς νομίμων˙ εἶναί τε τὴν εὐσέβειαν ἐπιστήμην θεῶν θεραπείας. ἀλλὰ μὴν καὶ θύσειν αὐτοὺς θεοῖς ἁγνούς θ' ὑπάρχειν˙ ἐκνεύειν γὰρ τὰ περὶ θεοὺς ἁμαρτήματα. καὶ τοὺς θεοὺς ἄγασθαι αὐτούς˙ ὁσίους τε γὰρ εἶναι καὶ δικαίους πρὸς τὸ θεῖον. μόνους θ' ἱερέας τοὺς σοφούς˙ ἐπεσκέφθαι γὰρ περὶ θυσιῶν, ἱδρύσεων, καθαρμῶν, καὶ τῶν ἄλλων τῶν πρὸς τοὺς θεοὺς οἰκείων. [119] Θείους τε εἶναι˙ ἔχειν γὰρ ἐν ἑαυτοῖς οἱονεὶ θεόν˙ τὸν [51315] δὲ φαῦλον ἄθεον. Διττὸν δὲ εἶναι τὸν ἄθεον, τόν τε ἐναντίως τῷ θείῳ λεγόμενον καὶ τὸν ἐξουθενητικὸν τοῦ θείου˙ ὅπερ οὐκ εἶναι περὶ πάντα φαῦλον. Θεοσεβεῖς τε τοὺς σπουδαίους˙ ἐμπείρους γὰρ εἶναι τῶν περὶ θεοὺς νομίμων˙ [5141] εἶναί τε τὴν εὐσέβειαν ἐπιστήμην θεῶν θεραπείας. Ἀλλὰ μὴν καὶ θύσειν αὐτοὺς θεοῖς ἁγνούς τε ὑπάρχειν˙ ἐκνεύειν γὰρ τὰ περὶ θεοὺς ἁμαρτήματα. Καὶ τοὺς θεοὺς ἄγασθαι αὐτούς˙ ὁσίους τε γὰρ εἶναι καὶ δικαίους πρὸς τὸ [5145] θεῖον. Μόνους τε ἱερέας τοὺς σοφούς˙ ἐπεσκέφθαι γὰρ περὶ θυσιῶν, ἱδρύσεων, καθαρμῶν καὶ τῶν ἄλλων τῶν πρὸς τοὺς θεοὺς οἰκείων.