[120] Φέρονται δ' αὐτοῦ διάλογοι ἐννέα ψυχροί˙ Μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. τούτου φησὶν Ἡρακλείδης (FHG III. 170 sq.) καὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος (FHG III. 45), οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνῃ.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν (App. Anth. V. 42)˙

τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δ' ἴσως,
γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν˙
ἀλλ' οἶνον εὗρε τῆς κακῆς συνωρίδος
φέρτερον ἡνίοχον˙ 〈χανδὸν〉 πιὼν γὰρ ἤλασεν.

προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ (Meineke IV, p. 386)˙

Στίλπωνός ἐστι βύσμαθ' ὁ Χαρίνου λόγος.

[120] Φέρονται δ' αὐτοῦ διάλογοι ἐννέα ψυχροί˙ Μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. τούτου φησὶν Ἡρακλείδης καὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνοι.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν˙

τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δ' ἴσως,
γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν˙
ἀλλ' οἶνον εὗρε τῆς κακῆς συνωρίδος
φέρτερον ἡνίοχον˙ 〈χανδὸν〉 πιὼν γὰρ ἤλασεν.

προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ˙

Στίλπωνός ἐστι βύσμαθ' ὁ Χαρίνου λόγος.

[120] [1735] Φέρονται δ' αὐτοῦ διάλογοι ἐννέα ψυχροί˙ Μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. Τούτου καὶ Ἡρακλείδης φησὶ [17310] τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς Στοᾶς κτίστην. Γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον, ὅπως θᾶττον ἀποθάνῃ.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν˙

τὸν Μεγαρέα [τὸν] Στίλπωνα, γινώσκεις δ' ἴσως,
[17315] γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν˙
ἀλλ' οἶνον εὗρε τῆς κακῆς συνωρίδος
φέρτερον ἡνίοχον˙ πιὼν παρ'〈 Ἅιδην〉 ἤλασεν.

[1741] Προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ˙

Στίλπωνός ἐστι βύσμαθ' ὁ Χαρίνου λόγος.