[121] Ἡρακλείδης μέντοι ὁ Ταρσεύς, Ἀντιπάτρου τοῦ Ταρσέως γνώριμος, καὶ Ἀθηνόδωρος ἄνισά φασι τὰ ἁμαρτήματα.
Πολιτεύσεσθαί φασι τὸν σοφὸν ἂν μή τι κωλύῃ, ὥς φησι Χρύσιππος ἐν πρώτῳ Περὶ βίων˙ καὶ γὰρ κακίαν ἐφέξειν καὶ ἐπ' ἀρετὴν παρορμήσειν. καὶ γαμήσειν, ὡς ὁ Ζήνων φησὶν ἐν Πολιτείᾳ, καὶ παιδοποιήσεσθαι. ἔτι τε μὴ δοξάσειν τὸν σοφόν, τουτέστι ψεύδει μὴ συγκαταθήσεσθαι μηδενί. κυνιεῖν τ' αὐτόν˙ εἶναι γὰρ τὸν κυνισμὸν σύντομον ἐπ' ἀρετὴν ὁδόν, ὡς Ἀπολλόδωρος ἐν τῇ Ἠθικῇ. γεύσεσθαί τε καὶ ἀνθρωπίνων σαρκῶν κατὰ περίστασιν. μόνον τ' ἐλεύθερον, τοὺς δὲ φαύλους δούλους˙ εἶναι γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας, τὴν δὲ δουλείαν στέρησιν αὐτοπραγίας.

[121] Ἡρακλείδης μέντοι ὁ Ταρσεύς, Ἀντιπάτρου τοῦ Ταρσέως [51420] γνώριμος, καὶ Ἀθηνόδωρος ἄνισά φασι τὰ ἁμαρτήματα.
Πολιτεύσεσθαί φασι τὸν σοφὸν ἂν μή τι κωλύῃ, ὥς φησι
[5151] Χρύσιππος ἐν πρώτῳ Περὶ βίων˙ καὶ γὰρ κακίαν ἐφέξειν καὶ ἐπ' ἀρετὴν παρορμήσειν. Καὶ γαμήσειν, ὡς ὁ Ζήνων φησὶν ἐν Πολιτείᾳ, καὶ παιδοποιήσεσθαι. Ἔτι τε μὴ δοξάσειν τὸν σοφόν, τουτέστι ψεύδει μὴ συγκαταθήσεσθαι [5155] μηδενί. Κυνιεῖν τε αὐτόν˙ εἶναι γὰρ τὸν Κυνισμὸν σύντομον ἐπ' ἀρετὴν ὁδόν, ὡς Ἀπολλόδωρος ἐν τῇ Ἠθικῇ. Γεύσεσθαί τε καὶ ἀνθρωπίνων σαρκῶν κατὰ περίστασιν.
Μόνον τε ἐλεύθερον, τοὺς δὲ φαύλους δούλους˙ εἶναι
[51510] γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας, τὴν δὲ δουλείαν στέρησιν αὐτοπραγίας.