[123] ἀβλαβεῖς τ' εἶναι˙ οὐ γὰρ ἄλλους βλάπτειν οὔθ' αὑτούς. ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τ' ἔχειν μηδενί˙ μὴ γὰρ παριέναι τὰς ἐκ τοῦ νόμου ἐπιβαλλούσας κολάσεις, ἐπεὶ τό γ' εἴκειν καὶ ὁ ἔλεος αὐτή θ' ἡ ἐπιείκεια οὐδένειά ἐστι ψυχῆς πρὸς κολάσεις προσποιουμένης χρηστότητα˙ μηδ' οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι. ἔτι γε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον Χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα. ἀλλὰ μὴν οὐδ' ἐν ἐρημίᾳ φασι βιώσεται ὁ σπουδαῖος˙ κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός. τὴν μέντοι ἄσκησιν ἀποδέξεται ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς. [123] ἀβλαβεῖς τ' εἶναι˙ οὐ γὰρ ἄλλους βλάπτειν οὔθ' αὑτούς. ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τ' ἔχειν μηδενί˙ μὴ γὰρ παριέναι τὰς ἐκ τοῦ νόμου ἐπιβαλλούσας κολάσεις, ἐπεὶ τό γ' εἴκειν καὶ ὁ ἔλεος αὐτή θ' ἡ ἐπιείκεια οὐδένειά ἐστι ψυχῆς πρὸς κολάσεις προσποιουμένης χρηστότητα˙ μηδ' οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι. ἔτι τε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον Χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα. ἀλλὰ μὴν οὐδ' ἐν ἐρημίᾳ φασι βιώσεται ὁ σπουδαῖος˙ κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός. τὴν μέντοι ἄσκησιν ἀποδέξεται ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς. [123] Ἀβλαβεῖς [5165] τε εἶναι˙ οὔτε γὰρ ἄλλους βλάπτειν οὔτε ἑαυτούς. Ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τε ἔχειν μηδενί˙ μὴ γὰρ παριέναι τὰς ἐπιβαλλούσας ἐκ τοῦ νόμου κολάσεις (ἐπεὶ τό γε εἴκειν καὶ ὁ ἔλεος αὐτή τε ἡ ἐπιείκεια ἀσθένειά ἐστι ψυχῆς [πρὸς κολάσεις] προσποιουμένης χρηστότητα), [51610] μηδὲ οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι.
Ἔτι τε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον Χαρώνεια καὶ ἀμπώτεις καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα. Ἀλλὰ μὴν οὐδ' ἐν ἐρημίᾳ φασι βιώσεται ὁ σπουδαῖος˙ κοινωνικὸς γὰρ φύσει
[51615] καὶ πρακτικός. Τὴν μέντοι ἄσκησιν ἀποδέξεται ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς.