[126] Ἀσκληπιάδου δὲ τοῦ Φλιασίου περισπάσαντος αὐτὸν ἐγένετο ἐν Μεγάροις παρὰ Στίλπωνα, οὗπερ ἀμφότεροι διήκουσαν˙ κἀντεῦθεν πλεύσαντες εἰς Ἦλιν Ἀγχιπύλῳ καὶ Μόσχῳ τοῖς ἀπὸ Φαίδωνος παρέβαλον. καὶ μέχρι μὲν τούτων, ὡς προείρηται ἐν τῷ περὶ Φαίδωνος, Ἠλιακοὶ προσηγορεύοντο˙ Ἐρετρικοὶ δ' ἐκλήθησαν ἀπὸ τῆς πατρίδος τοῦ περὶ οὗ ὁ λόγος.
Φαίνεται δὴ ὁ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι˙ ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι (Diels 2)˙

Φλιάσιόν τ' Ἀσκληπιάδην καὶ ταῦρον Ἐρέτρην.

ὁ δὲ Τίμων οὕτως (Diels 29)˙

ὄγκον ἀναστήσας ὠφρυωμένος ἀφροσιβόμβαξ.

[126] Ἀσκληπιάδου δὲ τοῦ Φλιασίου περισπάσαντος αὐτὸν ἐγένετο ἐν Μεγάροις παρὰ Στίλπωνι, οὗπερ ἀμφότεροι διήκουσαν˙ κἀντεῦθεν πλεύσαντες εἰς Ἦλιν Ἀγχιπύλῳ καὶ Μόσχῳ τοῖς ἀπὸ Φαίδωνος παρέβαλον. καὶ μέχρι μὲν τούτων, ὡς προείρηται ἐν τῷ περὶ Φαίδωνος, Ἠλιακοὶ προσηγορεύοντο˙ Ἐρετρικοὶ δ' ἐκλήθησαν ἀπὸ τῆς πατρίδος τοῦ περὶ οὗ ὁ λόγος.
Φαίνεται δὴ ὁ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι˙ ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι˙

Φλιάσιόν τ' Ἀσκληπιάδην καὶ ταῦρον Ἐρέτρην.

ὁ δὲ Τίμων οὕτως˙

ὄγκον ἀναστήσας ὠφρυωμένος ἀφροσιβόμβαξ.

[126] Ἀσκληπιάδου δὲ τοῦ Φλιασίου περισπάσαντος αὐτὸν 〈παρ〉ἐγένετο ἐν Μεγάροις παρὰ Στίλπωνα, οὗπερ ἀμφότεροι διήκουσαν˙ κἀντεῦθεν πλεύσαντες εἰς Ἦλιν Ἀγχιπύλῳ καὶ Μόσχῳ τοῖς ἀπὸ Φαίδωνος παρέβαλον. Καὶ [1801] μέχρι μὲν τούτων, ὡς προείρηται ἐν τῷ περὶ Φαίδωνος, Ἠλιακοὶ προσηγορεύοντο˙ Ἐρετρικοὶ δὲ ἐκλήθησαν ἀπὸ τῆς πατρίδος τοῦ περὶ οὗ ὁ λόγος.
Φαίνεται δὴ ὁ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι˙
[1805] ὅθεν 〈εἰς〉 αὐτὸν Κράτης παρῳδῶν φησι˙

Φλιάσιόν τ' Ἀσκληπιάδην καὶ ταῦρον Ἐρέτρη.

Ὁ δὲ Τίμων οὕτως˙

ὄχλον ἀναστήσας ὠφρυωμένος ἀφροσιβόμβαξ.