[128] Πρὸς δὲ τὸν θρασυνόμενον μοιχόν, "ἀγνοεῖς," ἔφη, "ὅτι οὐ μόνον κράμβη χυλὸν ἔχει χρηστόν, ἀλλὰ καὶ ῥαφανίδες;" πρὸς δὲ τὸν νεώτερον κεκραγότα, "σκέψαι," ἔφη, "μή τι ὄπισθεν ἔχων λέληθας." Ἀντιγόνου δὲ συμβουλευομένου εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τἄλλα μόνον ἐκέλευσεν ἀπαγγεῖλαι ὅτι βασιλέως υἱός ἐστιν. πρὸς δὲ τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν εἰ ἀγρὸν ἔχει˙ φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, "πορεύου τοίνυν," ἔφη, "κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα καταφθεῖραι καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν." πρὸς δὲ τὸν πυθόμενον εἰ γήμαι ὁ σπουδαῖος, ἔφη, "πότερον ἐγώ σοι σπουδαῖος δοκῶ ἢ οὔ;" φήσαντος δ' εἶναι, "ἐγὼ τοίνυν," εἶπε, "γεγάμηκα." [128] Πρὸς δὲ τὸν θρασυνόμενον μοιχόν, "ἀγνοεῖς," ἔφη, "ὅτι οὐ μόνον κράμβη χυλὸν ἔχει χρηστόν, ἀλλὰ καὶ ῥαφανίς;" πρὸς δὲ τὸν νεώτερον κεκραγότα, "σκέψαι," ἔφη, "μή τι ὄπισθεν ἔχων λέληθας." Ἀντιγόνου δὲ συμβουλευομένου εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τἄλλα μόνον ἐκέλευσεν ἀπαγγεῖλαι ὅτι βασιλέως υἱός ἐστιν. πρὸς δὲ τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν εἰ ἀγρὸν ἔχοι˙ φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, "πορεύου τοίνυν," ἔφη, "κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα καταφθεῖραι καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν." πρὸς δὲ τὸν πυθόμενον εἰ γήμαι ὁ σπουδαῖος, ἔφη, "πότερον ἐγώ σοι σπουδαῖος δοκῶ ἢ οὔ;" φήσαντος δ' εἶναι, "ἐγὼ τοίνυν," εἶπε, "γεγάμηκα." [128] Πρὸς δὲ τὸν θρασυνόμενον μοιχόν, " Ἀγνοεῖς," ἔφη, "ὅτι οὐ μόνον κράμβη χυλὸν ἔχει χρηστόν, ἀλλὰ καὶ ῥαφανίδες;" Πρὸς δὲ τὸν νεώτερον 〈μέγα〉 κεκραγότα, "Σκέψαι," ἔφη, "μή τι ὄπισθεν ἔχων λέληθας." Ἀντιγόνου δὲ [18110] συμβουλευομένου εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τἄλλα μόνον ἐκέλευσεν ἀπαγγεῖλαι ὅτι βασιλέως υἱός ἐστιν. Πρὸς δὲ τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν εἰ ἀγρὸν ἔχει˙ φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, "Πορεύου τοίνυν," ἔφη, "κἀκείνων ἐπιμελοῦ, [18115] μὴ συμβῇ σοι καὶ ταῦτα καταφθεῖραι καὶ κομψὸν ἰδιώτην ἀπολαβεῖν." Πρὸς δὲ τὸν πυθόμενον εἰ γήμαι ὁ σπουδαῖος, ἔφη˙ "Πότερον ἐγώ σοι σπουδαῖος δοκῶ ἢ οὔ;" Φήσαντος δ' εἶναι, " Ἐγὼ τοίνυν," εἶπε, "γεγάμηκα."