[133] Ἦν δὲ καὶ φιλυπόδοχος καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων συμπόσια˙ ἐν οἷς καὶ ποιητῶν καὶ μουσικῶν. ἠσπάζετο δὲ καὶ Ἄρατον καὶ Λυκόφρονα τὸν τῆς τραγῳδίας ποιητὴν καὶ τὸν Ῥόδιον Ἀνταγόραν˙ μάλιστα δὲ πάντων Ὁμήρῳ προσεῖχεν˙ εἶτα καὶ τοῖς μελικοῖς˙ ἔπειτα Σοφοκλεῖ, καὶ δὴ καὶ Ἀχαιῷ, ᾧπερ καὶ τὸ δευτερεῖον ἐν τοῖς Σατύροις, Αἰσχύλῳ δὲ τὸ πρωτεῖον ἀπεδίδου. ὅθεν καὶ πρὸς τοὺς ἀντιπολιτευομένους ταῦτα, φασί, προεφέρετο (Achaeus 34 N 2)˙

ἡλίσκετ' ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς,
καὶ πρὸς χελώνης ἀετὸς βραχεῖ χρόνῳ.

[133] Ἦν δὲ καὶ φιλυπόδοχος καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων συμπόσια˙ ἐν οἷς καὶ ποιητῶν καὶ μουσικῶν. ἠσπάζετο δὲ καὶ Ἄρατον καὶ Λυκόφρονα τὸν τῆς τραγῳδίας ποιητὴν καὶ τὸν Ῥόδιον Ἀνταγόραν˙ μάλιστα δὲ πάντων Ὁμήρῳ προσεῖχεν˙ εἶτα καὶ τοῖς μελικοῖς˙ ἔπειτα Σοφοκλεῖ, καὶ δὴ καὶ Ἀχαιῷ, ᾧπερ καὶ τὸ δευτερεῖον ἐν τοῖς Σατύροις, Αἰσχύλῳ δὲ τὸ πρωτεῖον ἀπεδίδου. ὅθεν καὶ πρὸς τοὺς ἀντιπολιτευομένους ταῦτα, φασί, προεφέρετο˙

ἡλίσκετ' ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς,
καὶ πρὸς χελώνης ἀετὸς βραχεῖ χρόνῳ.

[133] Ἦν δὲ καὶ φιλυπόδοχος καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων συμπόσια˙ ἐν οἷς καὶ ποιητῶν καὶ [18410] μουσικῶν. Ἠσπάζετο δὲ καὶ Ἄρατον καὶ Λυκόφρονα τὸν τῆς τραγῳδίας ποιητὴν καὶ τὸν Ῥόδιον Ἀνταγόραν˙ μάλιστα δὲ πάντων Ὁμήρῳ προσεῖχεν˙ εἶτα καὶ τοῖς μελικοῖς˙ ἔπειτα Σοφοκλεῖ, καὶ δὴ καὶ Ἀχαιῷ, ᾧπερ καὶ τὸ δευτερεῖον ἐν τοῖς Σατύροις, Αἰσχύλῳ δὲ τὸ πρωτεῖον [18415] ἀπεδίδου. Ὅθεν καὶ πρὸς τοὺς ἀντιπολιτευομένους ταῦτα, φασί, προεφέρετο˙

Ἡλίσκετ' ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς,
καὶ πρὸς χελώνης ἀετὸς βραχεῖ χρόνῳ.