[139] Τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο τὸν τρόπον˙ προηρίστα μετὰ δυοῖν ἢ τριῶν ἕως βραδέως ἦν τῆς ἡμέρας˙ ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας˙ ὥστ' εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου˙ εἰ μὲν οὖν λαχάνιον ἢ ταρίχιον, ἀνεχώρουν˙ εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον˙ προσκεφάλαιον αὑτῷ φέρειν ἔδει. τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου˙ τράγημα θέρμος ἢ κύαμος, ἔστι δ' ὅτε καὶ τῶν ὡρίων ἄπιος ἢ ῥοιὰ ἢ ὦχροι ἢ νὴ Δί' ἰσχάδες. [139] Τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο τὸν τρόπον˙ προηρίστα μετὰ ἢ δυοῖν τριῶν ἕως βραδέως ἦν τῆς ἡμέρας˙ ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας˙ ὥστ' εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου˙ εἰ μὲν οὖν λαχάνιον ἢ ταρίχιον, ἀνεχώρουν˙ εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον˙ προσκεφάλαιον αὑτῷ φέρειν ἔδει. τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου˙ τράγημα θέρμος ἢ κύαμος, ἔστι δ' ὅτε καὶ τῶν ὡρίων ἄπιος ἢ ῥοιὰ ἢ ὦχροι ἢ νὴ Δί' ἰσχάδες. [139] Τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο τὸν τρόπον˙ προηρίστα [1885] μετὰ δυ οῖν ἢ ; τριῶν ἐς ὃ βραδέως ἦν τῆς ἡμέρας˙ ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας˙ ὥστ' εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων 〈παίδων〉 τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου˙ εἰ μὲν οὖν λαχάνιον ἢ ταρίχιον, [18810] ἀνεχώρουν˙ εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. Ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον˙ προσκεφάλαιον δὲ αὑτῷ φέρειν ἔδει. Τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου˙ τράγημα θέρμος ἢ κύαμος, ἔστι δ' ὅτε καὶ τῶν ὡρίων ἄπιος ἢ ῥόα ἢ ὦχροι ἢ νὴ Δί' ἰσχάδες.