[144] διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν ἐν λόγοις τά τε ἄλλα ἔφη καὶ δὴ καί, "φιλόσοφος μέντοι οὗτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος."
Ἐτελεύτα δὲ κατὰ τὸν Ἡρακλείδην τέταρτον καὶ ἑβδομηκοστὸν ἔτος βιούς. καὶ εἰς αὐτὸν ἡμῶν ἐστιν οὕτως ἔχον (App. Anth. V. 40)˙

ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης
ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων.
κᾆτ' ἔργον ἔρεξας Ἐρετρικόν, ἀλλ' ὅμως ἄνανδρον˙
ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε.

Καὶ οὗτοι μὲν οἱ Σωκρατικοὶ καὶ οἱ ἀπ' αὐτῶν, μετιτέον δὲ ἐπὶ Πλάτωνα τὸν τῆς Ἀκαδημείας κατάρξαντα, καὶ τοὺς ἀπ' αὐτοῦ, ὁπόσοι γεγόνασιν ἐλλόγιμοι.

[144] διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν ἐν λόγοις τά τε ἄλλα ἔφη καὶ δὴ καί, "φιλόσοφος μέν [τοι] τοιοῦτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος."
Ἐτελεύτα δὲ κατὰ τὸν Ἡρακλείδην τέταρτον καὶ ἑβδομηκοστὸν ἔτος βιούς. καὶ εἰς αὐτὸν ἡμῶν ἐστιν οὕτως ἔχον˙

ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης
ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων.
κᾆτ' ἔργον ἔρεξας Ἐρετρικόν, ἀλλ' ὅμως ἄνανδρον˙
ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε.

Καὶ οὗτοι μὲν οἱ Σωκρατικοὶ καὶ οἱ ἀπ' αὐτῶν. μετιτέον δὲ ἐπὶ Πλάτωνα τὸν τῆς Ἀκαδημείας κατάρξαντα, καὶ τοὺς ἀπ' αὐτοῦ, ὁπόσοι γεγόνασιν ἐλλόγιμοι.

[144] Διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος [1911] ἐλέγξας αὐτὸν ἐν λόγοις τά τε ἄλλα ἔφη καὶ δὴ καί˙ "Φιλόσοφος μέντοι οὗτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος."
Ἐτελεύτα δὲ κατὰ τὸν Ἡρακλείδην τέταρτον καὶ ὀγδοηκοστὸν
[1915] ἔτος βιούς. Καὶ εἰς αὐτὸν ἡμῶν ἐστιν οὕτως ἔχον˙

Ἔκλυον, 〈ὦ〉 Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης
ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἔσθων.
κᾆτ' ἔργον 〈μὲν〉 ἔρεξας Ἐρετρικόν, ἀλλ' ὅμως ἄνανδρον˙
[19110] ἀψυχίη γὰρ ἡγεμὼν 〈σ'〉ἔπειγεν.

Καὶ οὗτοι μὲν οἱ Σωκρατικοὶ καὶ οἱ ἀπ' αὐτῶν˙ μετιτέον δὲ ἐπὶ Πλάτωνα τὸν τῆς Ἀκαδημίας κατάρξαντα καὶ τοὺς ἀπ' αὐτοῦ, ὁπόσοι γεγόνασιν ἐλλόγιμοι.