[73] καὶ Χάρητα ἀφίημι ἐλεύθερον˙ καὶ θρεψάτω Λύκων αὐτόν. καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ τὰ ἐμὰ βιβλία τὰ ἀνεγνωσμένα˙ τὰ δ' ἀνέκδοτα Καλλίνῳ ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. δίδωμι δὲ καὶ Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι˙ καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ ἀμφίταπον καὶ περίστρωμα καὶ δύο προσκεφάλαια καὶ κλίνην ἣν ἂν βούληται. ἀφίημι δ' ἐλεύθερον καὶ τὴν τοῦ Μίκρου μητέρα καὶ Νοήμονα καὶ Δίωνα καὶ Θέωνα καὶ Εὐφράνορα καὶ Ἑρμείαν. καὶ Ἀγάθωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον˙ καὶ τοὺς φορεαφόρους Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραμείναντας. [73] καὶ Χάρητα ἀφίημι ἐλεύθερον˙ καὶ θρεψάτω Λύκων αὐτόν. καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ τἀμὰ βιβλία τὰ ἀνεγνωσμένα˙ τὰ δ' ἀνέκδοτα Καλλίνῳ ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. δίδωμι δὲ καὶ Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι˙ καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ ἀμφίταπιν καὶ περίστρωμα καὶ δύο προσκεφάλαια καὶ κλίνην ἣν ἂν βούληται. ἀφίημι δ' ἐλεύθερον καὶ τὴν τοῦ Μίκρου μητέρα καὶ Νοήμονα καὶ Δίωνα καὶ Θέωνα καὶ Εὐφράνορα καὶ Ἑρμείαν. καὶ Ἀγάθωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον˙ καὶ τοὺς φορεαφόρους Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραμείναντας. [73] Καὶ Χάρητα ἀφίημι ἐλεύθερον˙ καὶ θρεψάτω [35915] Λύκων αὐτόν. Καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ τὰ ἐμὰ βιβλία τὰ ἀνεγνωσμένα˙ τὰ δ' ἀνέκδοτα Καλλίνῳ, ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. Δίδωμι δὲ καὶ Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι˙ καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. Καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ ἀμφίταπον [35920] καὶ περίστρωμα καὶ δύο προσκεφάλαια καὶ κλίνην ἣν ἂν βούληται. Ἀφίημι δ' ἐλεύθερον καὶ τὴν τοῦ Μίκρου μητέρα καὶ Νοήμονα καὶ Δίωνα καὶ Θέωνα καὶ Εὐφράνορα καὶ Ἑρμείαν. Καὶ Ἀγάθωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον˙ καὶ τοὺς φορεαφόρους [3601] Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραμείναντας.