[154] κεραυνὸν δ' ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας πίπτουσαν ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος. οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. τυφῶνα δὲ κεραυνὸν πολύν, βίαιον καὶ πνευματώδη ἢ πνεῦμα καπνῶδες ἐρρωγότος νέφους˙ πρηστῆρα 〈δὲ〉 νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος. 〈σεισμοὺς δὲ γίνεσθαι ῥυέντος πνεύματος〉 εἰς τὰ κοιλώματα τῆς γῆς ἢ καθειρχθέντος πνεύματος ἐν τῇ γῇ, καθά φησι Ποσειδώνιος ἐν τῇ ὀγδόῃ˙ εἶναι δ' αὐτῶν τοὺς μὲν σεισματίας, τοὺς δὲ χασματίας, τοὺς δὲ κλιματίας, τοὺς δὲ βρασματίας. [154] κεραυνὸν δ' ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας πίπτουσαν ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος. οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. τυφῶνα δὲ κεραυνὸν πολύν, βίαιον καὶ πνευματώδη ἢ πνεῦμα καπνῶδες ἐρρωγότος νέφους˙ πρηστῆρα 〈δὲ〉 νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος. 〈σεισμοὺς δὲ γίνεσθαι ῥυέντος πνεύματος〉 εἰς τὰ κοιλώματα τῆς γῆς ἢ καθειρχθέντος [πνεύματος] ἐν τῇ γῇ, καθά φησι Ποσειδώνιος ἐν τῇ ὀγδόῃ˙ εἶναι δ' αὐτῶν τοὺς μὲν σεισματίας, τοὺς δὲ χασματίας, τοὺς δὲ κλιματίας, τοὺς δὲ βρασματίας. [154] κεραυνὸν δὲ ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας [καὶ] πίπτουσαν [5365] ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων˙ οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. Τυφῶνα δὲ κεραυνὸν βίαιον, πολύν καὶ πνευματώδη ἢ πνεῦμα καπνῶδες ἐρρωγότος νέφους˙ πρηστῆρα 〈δὲ〉 νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος.
[53610] 〈Σεισμοὺς δὲ γίνεσθαι πνεύματος〉 εἰς τὰ κοιλώματα τῆς γῆς 〈ῥυέντος〉 ἢ καθειρχθέντος [πνεύματος] ἐν τῇ γῇ, καθά φησι Ποσειδώνιος ἐν τῇ η´˙ εἶναι δ' αὐτῶν τοὺς μὲν ἱζηματίας, τοὺς δὲ χασματίας, τοὺς δὲ κλιματίας, τοὺς δὲ βρασματίας.