[12] Σέλευκος μέντοι φησὶν ὁ γραμματικὸς Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ Κράτητά τινα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι τὸ βιβλίον˙ ὃν καὶ εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δ' αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ (N 2, Adesp. 287)

ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου,

ἄλλοι Γνώμον' ἠθῶν, τρόπου κόσμον ἕνα τῶν ξυμπάντων. φασὶ δ' αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι "ἵν' ὑμεῖς λαλῆτε." ἐπόθησε δ' αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς αὐτόν˙ (Hercher, p. 280)

[12] Σέλευκος μέντοι φησὶν ὁ γραμματικὸς Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ Κράτητά τινα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι τὸ βιβλίον˙ 〈ὃν〉 καὶ εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δ' αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ

ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου,

ἄλλοι γνώμον' ἠθῶν, 〈τοῦ θ'ὅλου〉 κόσμου τρόπιν ἑνός τε ξυμπάντων τε. φασὶ δ' αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι "ἵν' ὑμεῖς λαλῆτε." ἐπόθησε δ' αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς αὐτόν˙

[12] Σέλευκος μέντοι ὁ γραμματικός φησι Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ [6395] Κράτητά τινα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι τὸ βιβλίον˙ καὶ 〈ἐκεῖνον〉 εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. Ἐπιγράφουσι δὲ αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ

Ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου,

[63910] ἄλλοι Γνώμον' ἠθῶν, τρόπου κόσμον ἕνα τῶν ξυμπάντων. Φασὶ δὲ αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι " Ἵν' ὑμεῖς λαλῆτε." Ἐπόθησε δ' αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς αὐτόν˙