[156] ζῶναί τ' ἐπὶ τῆς γῆς εἰσι πέντε˙ πρώτη βόρειος [καὶ] ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος˙ δευτέρα εὔκρατος˙ τρίτη ἀοίκητος ὑπὸ καυμάτων, ἡ διακεκαυμένη καλουμένη˙ τετάρτη ἡ ἀντεύκρατος˙ πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος.
Δοκεῖ δ' αὐτοῖς τὴν μὲν φύσιν εἶναι πῦρ τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, ὅπερ ἐστὶ πνεῦμα πυροειδὲς καὶ τεχνοειδές˙ τὴν δὲ ψυχὴν αἰσθητικὴν 〈φύσιν〉. ταύτην δ' εἶναι τὸ συμφυὲς ἡμῖν πνεῦμα˙ διὸ καὶ σῶμα εἶναι καὶ μετὰ τὸν θάνατον ἐπιμένειν˙ φθαρτὴν δ' ὑπάρχειν, τὴν δὲ τῶν ὅλων ἄφθαρτον, ἧς μέρη εἶναι τὰς ἐν τοῖς ζῴοις.

[156] [53710] Ζῶναί τε ἐπὶ τῆς γῆς εἰσι πέντε˙ πρώτη βόρειος ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος˙ δευτέρα εὔκρατος˙ τρίτη ἀοίκητος ὑπὸ καύματος, ἡ διακεκαυμένη καλουμένη˙ τετάρτη ἡ ἀντεύκρατος˙ πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος.
[53715] Δοκεῖ δὲ αὐτοῖς τὴν μὲν φύσιν εἶναι πῦρ τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, ὅπερ ἐστὶ πνεῦμα πυροειδὲς καὶ τεχνοειδές˙ τὴν δὲ ψυχὴν αἰσθητικὴν 〈φύσιν〉. Ταύτην δ' εἶναι τὸ συμφυὲς ἡμῖν πνεῦμα˙ διὸ καὶ σῶμα εἶναι καὶ μετὰ τὸν θάνατον ἐπιμένειν˙ φθαρτὴν δ' ὑπάρχειν, τὴν δὲ τῶν [53720] ὅλων ἄφθαρτον, ἧς μέρη εἶναι τὰς ἐν τοῖς ζῴοις.