[79] Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς [παρ' ἡμῖν] (A. Pal. VII. 113)˙

ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
ἰὸν ἔχουσα πολὺν
ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ' ὀμμάτων
ἀλλ' ἀΐδην μέλανα.

Ἡρακλείδης δ' ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον˙ τὸν δ' ἀποτρέπειν φάσκοντα, "ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις." ὁπηνίκα δ' ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναις - μανθάνω γὰρ καὶ τοῦτο - Μένανδρος ὁ κωμικὸς παρ' ὀλίγον ἦλθε κριθῆναι δι' οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ. ἀλλ' αὐτὸν παρῃτήσατο Τελεσφόρος ὁ ἀνεψιὸς τοῦ Δημητρίου.

[79] Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς˙

[79] Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς [παρ' ἡμῖν]˙

Ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
ἰὸν ἔχουσα πολὺν
[36220] ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ' ὀμμάτων
ἀλλ' ἀΐδην μέλανα.

[3631] Ἡρακλείδης δ' ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον, τὸν δ' ἀποτρέπειν φάσκοντα˙ " Ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις." Ὁπηνίκα δ' ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναις [3635] (μανθάνω γὰρ καὶ τοῦτο), Μένανδρος ὁ κωμικὸς παρ' ὀλίγον ἦλθε κριθῆναι δι' οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ. [80] Ἀλλ' αὐτὸν παρῃτήσατο Τελεσφόρος ὁ ἀνεψιὸς τοῦ Δημητρίου.