[12] ἐπὶ δὲ τὴν οἰκοδομὴν κεχειροτόνηνται Θράσων Ἀνακαιεύς, Φιλοκλῆς Πειραιεύς, Φαῖδρος Ἀναφλύστιος, Μέδων Ἀχαρνεύς, Σμίκυθος Συπαληττεύς [, Δίων Παιανιεύς]."
Καὶ τὸ ψήφισμα μὲν ὧδε ἔχει.

Φησὶ δ' Ἀντίγονος ὁ Καρύστιος (Wil. Ant. V. Kar., p. 116) οὐκ ἀρνεῖσθαι αὐτὸν εἶναι Κιτιέα. τῶν γὰρ εἰς τὴν ἐπισκευὴν τοῦ λουτρῶνος συμβαλλομένων εἷς ὢν καὶ ἀναγραφόμενος ἐν τῇ στήλῃ, "Ζήνωνος τοῦ φιλοσόφου," ἠξίωσε καὶ τὸ Κιτιεὺς προστεθῆναι. ποιήσας δέ ποτε κοῖλον ἐπίθημα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἑτοίμην τῶν ἀναγκαίων ἵν' ἔχοι Κράτης ὁ διδάσκαλος.

[12] ἐπὶ [δὲ] τὴν 〈ποίησιν τοῦ στεφάνου καὶ τὴν〉 οἰκοδομὴν κεχειροτόνηνται Θράσων Ἀνακαιεύς, Φιλοκλῆς Πειραιεύς, Φαῖδρος Ἀναφλύστιος, Μέδων Ἀχαρνεύς, Μίκυθος Συπαληττεύς, Δίων Παιανιεύς."
Καὶ τὸ ψήφισμα μὲν ὧδε ἔχει.

Φησὶ δ' Ἀντίγονος ὁ Καρύστιοςοὐκ ἀρνεῖσθαι αὐτὸν εἶναι Κιτιέα. τῶν γὰρ εἰς τὴν ἐπισκευὴν τοῦ λουτρῶνος συμβαλλομένων εἷς ὢν καὶ ἀναγραφόμενος ἐν τῇ στήλῃ, "Ζήνωνος τοῦ φιλοσόφου," ἠξίωσε καὶ τὸ Κιτιεὺς προστεθῆναι. ποιήσας δέ ποτε κοῖλον ἐπίθημα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων ἵν' ἔχοι Κράτης ὁ διδάσκαλος.

[12] Ἐπὶ δὲ τὴν οἰκοδομὴν κεχειροτόνηνται Θράσων Ἀνακαιεύς, Φιλοκλῆς Πειραιεύς, Φαῖδρος Ἀναφλύστιος, [4515] Μέδων Ἀχαρνεύς, Μίκυθος Συπαληττεύς, [Δίων Παιανιεύς]."
Καὶ τὸ ψήφισμα μὲν ὧδε ἔχει.

Φησὶ δ' Ἀντίγονος ὁ Καρύστιοςοὐκ ἀρνεῖσθαι αὐτὸν εἶναι Κιτιέα˙ τῶν γὰρ εἰς τὴν ἐπισκευὴν τοῦ λουτρῶνος [45110] συμβαλλομένων εἷς ὢν καὶ ἀναγραφόμενος ἐν τῇ στήλῃ, "Ζήνωνος τοῦ φιλοσόφου," ἠξίωσε καὶ τὸ Κιτιεὺς προστεθῆναι. Ποιήσας δέ ποτε κοῖλον ἐπίθημα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων ἵν' ἔχοι Κράτης ὁ διδάσκαλος.