[82] Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, "ἀλλ' οὐ τὴν ἀρετήν," ἔφη, "δι' ἣν ἐκείνας ἀνέστησαν." ἔλεγε μὴ μικρὸν εἶναι μέρος τὰς ὀφρῦς˙ ὅλῳ γοῦν ἐπισκοτῆσαι τῷ βίῳ δύνασθαι. οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείαις ἰσχύειν λόγον. ἰδών ποτε νεανίσκον ἄσωτον, "ἰδού," ἔφη, "τετράγωνος Ἑρμῆς ἔχων σύρμα, κοιλίαν, αἰδοῖον, πώγωνα." τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς. [82] Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, "ἀλλ' οὐ τὴν ἀρετήν," ἔφη, "δι' ἣν ἐκείνας ἀνέστησαν." ἔλεγε μικρὸν μὲν εἶναι μέρος τὰς ὀφρῦς˙ ὅλῳ δ' ἐπισκοτῆσαι τῷ βίῳ δύνασθαι. οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείαις ἰσχύειν λόγον. ἰδών ποτε νεανίσκον ἄσωτον, "ἰδού," ἔφη, "τετράγωνος Ἑρμῆς ἔχων σύρμα, κοιλίαν, αἰδοῖον, πώγωνα." τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς. [82] Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. Οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ [36515] κατέστρεψαν Ἀθηναῖοι, " Ἀλλ' οὐ τὴν ἀρετήν," ἔφη, "δι' ἣν ἐκείνας ἀνέστησαν." Ἔλεγε μὴ μικρὸν εἶναι μέρος τὰς ὀφρῦς˙ ὅλῳ γοῦν ἐπισκοτῆσαι δύνασθαι τῷ βίῳ. Οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν Τύχην. Ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν [3661] πολιτείαις ἰσχύειν λόγον. Ἰδών ποτε νεανίσκον ἄσωτον, " Ἰδού," ἔφη, "τετράγωνος Ἑρμῆς ἔχων σύρμα, κοιλίαν, αἰδοῖον, πώγωνα." Τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. Τοὺς [3665] νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς.