[166] Λέγεται δ' ὅτι παιδὸς ὄντος αὐτοῦ ἠράσθησαν ἱκανοί, οὓς ἀποτρέψαι βουλόμενος ὁ Ζήνων ἠνάγκασε ξυρᾶσθαι Ἥριλλον, οἱ δ' ἀπετράποντο.
Τὰ δὲ βιβλία ἐστὶ τάδε˙

Περὶ ἀσκήσεως,
Περὶ παθῶν,
Περὶ ὑπολήψεως,
Νομοθέτης,
Μαιευτικός,
Ἀντιφέρων,
Διδάσκαλος,
Διασκευάζων,
Εὐθύνων,
Ἑρμῆς,
Μήδεια,
Διάλογοι,
Θέσεων ἠθικῶν.

[166] Λέγεται δ' ὅτι παιδὸς ὄντος αὐτοῦ ἠράσθησαν ἱκανοί, οὓς ἀποτρέψαι βουλόμενος ὁ Ζήνων ἠνάγκασε ξυρᾶσθαι Ἥριλλον, οἱ δ' ἀπετράποντο.
Τὰ δὲ βιβλία ἐστὶ τάδε˙

Περὶ ἀσκήσεως.
Περὶ παθῶν.
Περὶ ὑπολήψεως.
Νομοθέτης.
Μαιευτικός.
Ἀντιφέρων.
Διδάσκαλος.
Διασκευάζων.
Εὐθύνων.
Ἑρμῆς.
Μήδεια.
Διάλογοι.
Θέσεων ἠθικῶν. *

[166] Λέγεται δὲ ὅτι παιδὸς ὄντος αὐτοῦ ἠράσθησαν ἱκανοί, οὓς ἀποτρέψαι βουλόμενος ὁ Ζήνων ἠνάγκασε ξυρᾶσθαι Ἥριλλον, οἱ δὲ ἀπετράποντο.
Τὰ δὲ βιβλία ἐστὶ τάδε˙

[54315] Περὶ ἀσκήσεως,
Περὶ παθῶν,
Περὶ ὑπολήψεως,
Νομοθέτης,
Μαιευτικός,
[54320] Ἀντιφέρων,
Διδάσκαλος,
Διασκευάζων,
Εὐθύνων,
Ἑρμῆς,
[54325] Μήδεια,
Διάλογοι,
Θέσεων ἠθικῶν.

ΔΙΟΝΥΣΟΣ

Διονύσιος δ' ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας˙ ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον.
Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δ' Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτ' Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος.

Κεφ. δ'. ΔΙΟΝΥΣΟΣ

[5441] Διονύσιος δὲ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας˙ ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν τὸν πόνον ἀδιάφορον.
[5445] Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δ' Ἡρακλείας. Ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτα Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος.