ΚΛΕΑΝΘΗΣ

[168] Κλεάνθης Φανίου Ἄσσιος. οὗτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. ἀφικόμενος δ' εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθά φασί τινες, καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. διεβοήθη δ' ἐπὶ φιλοπονίᾳ, ὅς γε πένης ὢν ἄγαν ὥρμησε μισθοφορεῖν˙ καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθ' ἡμέραν δ' ἐν τοῖς λόγοις ἐγυμνάζετο˙ ὅθεν καὶ Φρεάντλης ἐκλήθη. φασὶ δ' αὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ˙ ἔπειτ' ἀποφυγεῖν, τόν τε κηπουρὸν μάρτυρα παρασχόντα παρ' ὃν ἤντλει, καὶ τὴν ἀλφιτόπωλιν παρ' ᾗ τὰ ἄλφιτα ἔπεττεν

Κεφ. ε'. ΚΛΕΑΝΘΗΣ

[168] [5452] Κλεάνθης Φανίου Ἄσσιος. Οὗτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. Ἀφικόμενος δ' εἰς Ἀθήνας τέτταρας ἔχων δραχμάς, καθά φασί τινες, καὶ [5455] Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. Διεβοήθη δὲ ἐπὶ φιλοπονίᾳ, ὅς γε πένης ὢν ἄγαν ὥρμησε μισθοφορεῖν˙ καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθ' ἡμέραν δὲ ἐν τοῖς λόγοις ἐγυμνάζετο˙ ὅθεν καὶ Φρεάντλης ἐκλήθη. Φασὶ δὲ αὐτὸν [54510] καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ˙ ἔπειτα ἀποφυγεῖν, τόν τε κηπουρὸν μάρτυρα παρασχόντα παρ' ὃν ἤντλει, καὶ τὴν ἀλφιτόπωλιν παρ' ᾗ τὰ ἄλφιτα ἔπεττεν.