[169] ἀποδεξαμένους δ' αὐτὸν τοὺς Ἀρεοπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπ' ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα˙ ἐφ' ᾧ κρότῳ τιμηθῆναι ὑπ' Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ἐθαυμάσθη δὴ οὖν καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ˙ τὸν δ' εἰπεῖν, "ἀντλῶ γὰρ μόνον; τί δ'; οὐχὶ σκάπτω; τί δ'; οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα;" καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. [169] ἀποδεξαμένους δ' αὐτὸν τοὺς Ἀρεοπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπ' ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα˙ ἐφ' ᾧ κρότῳ τιμηθῆναι ὑπ' Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ἐθαυμάσθη δὴ οὖν καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ˙ τὸν δ' εἰπεῖν, "ἀντλῶ γὰρ μόνον; τίδ'; οὐχὶ σκάπτω; τίδ'; οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα;" καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. [169] Ἀποδεξαμένους δὲ αὐτὸν τοὺς Ἀρεοπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, [54515] Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. Φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλίας δοῦναι.
Ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπ' ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα˙ ἐφ' ᾧ κρότῳ τιμηθῆναι ὑπ' Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης
[54520] ἐν τοῖς Ὁμωνύμοις. Ἐθαυμάσθη οὖν δὴ καὶ διὰ τόδε. Φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ˙ τὸν δὲ εἰπεῖν, " Ἀντλῶ γὰρ μόνον; Τί δ'; Οὐχὶ σκάπτω; Τί δ'; Οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας [5461] ἕνεκα;" Καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς.