[85] καὶ οὗτοι μὲν λογικοί. ποιηταὶ δὲ πρῶτος ἀρχαίαν κωμῳδίαν πεποιηκώς˙ δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε˙

ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι˙
καί ποθ' ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο
ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δ' ἐστήσατο λαός.

τρίτος Ταρσικὸς σατυρογράφος˙ τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ˙ πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται Πολέμων (FHG III. 135)˙ ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, ὃς καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.

[85] καὶ οὗτοι μὲν λογικοί. ποιηταὶ δὲ πρῶτος ἀρχαίαν κωμῳδίαν πεποιηκώς˙ δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε˙

ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι˙
καί ποθ' ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο
ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δ' ἐστήσατο λαός.

τρίτος Ταρσικὸς σατυρογράφος˙ τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ˙ πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται Πολέμων˙ ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, ὃς καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.

[85] Καὶ οὗτοι μὲν λογικοί. Ποιηταὶ δὲ πρῶτος [36715] ἀρχαίαν κωμῳδίαν πεποιηκώς˙ δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε˙

Ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι˙
καί ποθ' ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο
ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δ' ἐστήσατο λαός.

[36720] Τρίτος Ταρσικὸς σατυρογράφος˙ τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ˙ πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται [3681] Πολέμων˙  ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, 〈ὃς〉 καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.