[171] καί ποτ' ὀνειδιζόμενος ὡς δειλός, "διὰ τοῦτο," εἶπεν, "ὀλίγα ἁμαρτάνω." προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκεῖνοι τὴν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι σκάπτων. πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν˙ ὧν ἀκούσας Ἀρίστων, "τίνι," ἔφη, "ἐπιπλήττεις;" καὶ ὃς γελάσας, "πρεσβύτῃ," φησί, "πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή." εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, "παῦσαι," ἔφη, "καὶ μὴ ψέγε˙ εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ." καὶ ὁ Ἀρκεσίλαος, "οὐ κολακεύομαι," φησί. πρὸς ὃν ὁ Κλεάνθης, "ναί," ἔφη, "σὲ κολακεύω φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν." [171] καί ποτ' ὀνειδιζόμενος ὡς δειλός, "διὰ τοῦτο," εἶπεν, "ὀλίγα ἁμαρτάνω." προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκεῖνοι γῆν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι σκάπτων. πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν˙ ὧν ἀκούσας Ἀρίστων, "τίνι," ἔφη, "ἐπιπλήττεις;" καὶ ὃς γελάσας, "πρεσβύτῃ," φησί, "πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή." εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, "παῦσαι," ἔφη, "καὶ μὴ ψέγε˙ εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ." καὶ ὁ Ἀρκεσίλαος, "οὐ κολακεύομαι," φησί. πρὸς ὃν ὁ Κλεάνθης, "ναί," ἔφη, "σὲ κολακεύω φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν." [171] Καί ποτε ὀνειδιζόμενος [54615] ὡς δειλός, "Διὰ τοῦτο," εἶπεν, "ὀλίγα ἁμαρτάνω." Προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκεῖνοι αὐτὸς〉 γῆν σκληρὰν καὶ ἄκαρπον ἐργάζεσθαι σκάπτων. Πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν˙ [5471] ὧν ἀκούσας Ἀρίστων, "Τίνι," ἔφη, "ἐπιπλήττεις;" Καὶ ὃς γελάσας, "Πρεσβύτῃ," φησί, "πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή." Εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, "Παῦσαι," ἔφη, "καὶ μὴ ψέγε˙ εἰ γὰρ καὶ λόγῳ τὸ [5475] καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ." Καὶ ὁ Ἀρκεσίλαος, "Οὐ κολακεύομαι," φησί. Πρὸς ὃν ὁ Κλεάνθης, "Ναί," ἔφη, "σὲ κολακεύω φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν."