[172] Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, "τὸ τῆς Ἠλέκτρας," ἔφη, (E. Or. 140)

σῖγα, σῖγα, λεπτὸν ἴχνος.

Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν (Od. D 611),

αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος.

φησὶ δ' ὁ Ἑκάτων ἐν ταῖς Χρείαις (Gomoll 25), εὐμόρφου μειρακίου εἰπόντος, "εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει," ἔφη, "σὺ μὲν τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον˙ αἱ δ' ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα." μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται˙ τοῦ δ' ἐπινεύσαντος, "διὰ τί οὖν," εἶπεν, "ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνῃ;"

[172] Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, "τὸ τῆς Ἠλέκτρας," ἔφη,

σῖγα, σῖγα, λεπτὸν ἴχνος.

Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν,

αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος.

φησὶ δ' ὁ Ἑκάτων ἐν ταῖς Χρείαις, εὐμόρφου μειρακίου εἰπόντος, "εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει," ἔφη, "σὺ μὲν τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον˙ αἱ δ' ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα." μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται˙ τοῦ δ' ἐπινεύσαντος, "διὰ τί οὖν," εἶπεν, "ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνῃ;"

[172] Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, "Τὸ ἐκ τῆς [54710] Ἠλέκτρας," ἔφη˙

σῖγα, σῖγα, λεπτὸν ἴχνος.

Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν˙

Αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος.

[54715] Φησὶ δ' ὁ Ἑκάτων ἐν ταῖς Χρείαις,εὐμόρφου μειρακίου εἰπόντος, "Εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει," ἔφη˙ "Σὺ μὲν τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον˙ αἱ δ' ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα." Μειρακίῳ ποτὲ [54720] διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται˙ τοῦ δ' ἐπινεύσαντος, [5481] "Διὰ τί οὖν," εἶπεν, "ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνῃ;"