[176] Καὶ τελευτᾷ τόνδε τὸν τρόπον˙ διῴδησεν αὐτῷ τὸ οὖλον˙ ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν˙ τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ' εἰπόντα ἤδη αὐτῷ προωδοποιῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα.
Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως˙ (App. Anth. V. 36)

Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην˙
ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο
〈τὸ〉 μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν
τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.

[176] Καὶ τελευτᾷ τόνδε τὸν τρόπον˙ διῴδησεν αὐτῷ τὸ οὖλον˙ ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν˙ τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ' εἰπόντα ἤδη αὐτῷ προωδοιποῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα.
Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως˙

Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην˙
ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο
τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν
τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.

[176] Καὶ τελευτᾷ τοῦτον τὸν τρόπον˙ διῴδησεν αὐτῷ τὸ οὖλον˙ ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο [5511] τροφῆς. Καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν˙ τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλ' εἰπόντα ἤδη αὐτῷ προοδοποιεῖσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [5515] [π´] ἔτη βιώσαντα καὶ ἀκούσαντα ἔτη ἐννεακαίδεκα.
Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως˙

Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην˙
ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο
〈τὸ〉 μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν
[55110] τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.