ΧΡΥΣΙΡΡΟΣ

[179] Χρύσιππος Ἀπολλωνίου Σολεύς, ἢ Ταρσεὺς ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς (FGrH 273 F 91), μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτ' ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν˙ ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα˙ (E. Or. 5401)

ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ' ἀνὴρ
πλὴν εἰς Κλεάνθην˙ τοῦτο δ' οὐκ εὐδαιμονῶ.

Κεφ. ς'. ΧΡΥΣΙΡΡΟΣ

[179] Χρύσιππος Ἀπολλωνίου Σολεύς, ἢ Ταρσεὺς ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτ' ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν˙ ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα˙

ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ' ἀνὴρ
πλὴν εἰς Κλεάνθην˙ τοῦτο δ' οὐκ εὐδαιμονῶ.

ΧΡΥΣΙΡΡΟΣ

[179] [55318] Χρύσιππος Ἀπολλωνίου Σολεύς, ἢ Ταρσεὺς ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. Οὗτος πρότερον [55320] μὲν δόλιχον ἤσκει, ἔπειτα ἀκούσας Ζήνωνος (ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους), ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν˙ ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς [55325] Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. [5541] Μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα˙

Ἐγὼ δὲ τἆλλα μακάριος πέφυκ' ἀνὴρ
πλὴν εἰς Κλεάνθην˙ τοῦτο δ' οὐκ εὐδαιμονῶ.